1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

31

Βρωμάτων μέντοι διαφορὰν οὐδαμῶς ἐπιζητεῖν ὀφείλει ὁ ἀσκητὴς, καὶ

προσποιήσει δῆθεν ἐγκρα τείας ἐξαλλαγὴν ἐδεσμάτων. Τοῦτο γὰρ ἀνατροπὴ τῆς κοινῆς εὐταξίας ἐστὶ καὶ σκανδάλων ὑπόθεσις, καὶ τοῦ οὐαὶ κληρονόμος γίνεται ὁ ἐν συστήματι ἀσκητικῷ τοιαύτας αἰτίας ταραχῆς ἐνδιδούς. Ἀλλὰ κἂν τὸ προσέψημα τοῦτο τὸ ταριχευτὸν, τὸ παρὰ τῶν ἁγίων Πατέρων ἐγκριθὲν ἀντ' ἄλλου τινὸς ἀρτύ ματος, ἐλάχιστον τοῖς βρώμασιν ἐπιβάλλεσθαι συμ πεπλεγμένον τῷ λοιπῷ ἐδέσματι τοῦ ὕδατος ἢ τῶν λαχάνων ὑπάρχῃ, μὴ προφάσει δῆθεν κενοδόξου ἐθε λοευλαβείας, ὡς κρέα παραιτούμενος, ἐπιζη τείτω τῶν ἐδεσμάτων τὰ τιμιώτερα καὶ χρηστότερα, ἀλλὰ τῷ ἀποζέματι τοῦ ἐλαχίστου τεμάχους τὸν ψω μὸν ἀπαρατηρήτως ἀποβρέχων, προσφερέσθω μετὰ πάσης εὐχαριστίας. Τὸ γὰρ ἐλάχιστον ἐκεῖνο τμῆμα, εἰς τοσοῦτον πλῆθος ὕδατος ἢ σπερματώδους εἰ τύχοι, βρώματος ἐμβληθὲν, οὐ τρυφῆς ἐστι κατ ηγόρημα, ἀλλὰ ἀκριβεστάτη τῶν ἀσκητῶν καὶ ταλαί 31.1416 πωρος ὄντως ἐγκράτεια. Χρὴ τοίνυν τὰ τοιαῦτα μὴ παρατηρεῖν τὸν τῆς ὁσιότητος ἀσκητήν. Οὐ γὰρ τῶν τοιούτων ἀπεχόμεθα Ἰουδαΐζοντες, ἀλλὰ τῆς τρυφῆς τὴν πλησμονὴν φεύγοντες.

ΚΕΦΑΛΑΙΟΝ Κςʹ. Ὅτι τὸν πρὸς τὸ τέλειον βλέποντα οὐδὲν ἡ πρόοδος

παραβλάψαι δυνήσεται. Εἰ δὲ λέγοι βλάπτεσθαι ταῖς προόδοις, ἢ ταῖς ὁδοιπορίαις ταῖς διὰ τὰς

ἀναγκαίας χρείας τοῦ κοι νοῦ γενομέναις ὁ ἀσκητὴς, καὶ διὰ τοῦτο παραιτοῖτο τὴν πρόοδον, οὔπω τῆς ὑπακοῆς τὴν ἀκρίβειαν κατ ενόησεν, οὐδὲ συνεῖδεν, ὡς τουτὶ τὸ κατόρθωμα ταῖς τοιαύταις βλακείαις οὐ τελειοῦται. Βλεπέτω τοίνυν τὰ ὑποδείγματα τῶν ἁγίων, πῶς τὴν ὑπακοὴν ἐτε λείωσαν, πρὸς οὐδὲν τῶν οὕτω δυσηνύτων ἐπιτα γμάτων οὐδὲ καταμικρὸν ἀντειπόντες ἢ ἀντιτείναν τες· καὶ παιδευέσθω τὸ τῆς ὑπακοῆς τέλειον. Εἰ δέ τις καὶ ἀληθῶς παραβλάπτοιτο, παρακαλείτω τὴν ἀδελφότητα ὑπὲρ αὐτοῦ τὸν Θεὸν ἱκετεῦσαι, καὶ αὐτὸς δὲ αἰτείτω παρὰ τοῦ Θεοῦ μετ' ἐλπίδος ἀνενδοιάστου γενέσθαι σκεῦος ἐν πᾶσι τοῖς τε πνευματικοῖς κατ ορθώμασι, τοῖς τε σωματικοῖς πρὸς τὰ καλὰ τῶν ἔργων διακονήμασι, ἐνεργόν τε καὶ εὔχρηστον· καὶ πάντως ὁ τὰς προθυμίας τῶν τὸ καλὸν ζητούν των ἀποδεχόμενος δώσει τὴν δύναμιν, αὐτὸς ἐπὶ τὴν αἴτησιν προτρέψας, καὶ εἰρηκώς· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγή σεται· καὶ πάλιν ἑτέρωθι· Εἰ δέ τις ὑμῶν λεί πεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ μὴ ὀνειδίζοντος, καὶ δοθή σεται αὐτῷ· αἰτείτω δὲ ἐν πίστει, μηδὲν δια κρινόμενος. Καὶ ἐπὶ πᾶσιν ἁπαξαπλῶς, οἷς ἂν ὁ νοῦς ὀκλάσῃ περὶ τὴν τελείαν ὑπακοὴν, ἢ ὁ Σατανᾶς ἐμποδίζῃ, τὴν προθυμίαν ἀμβλύνων καὶ ἀνα κόπτων, τούτῳ τῷ βοηθήματι χρώμενοι, τὸν Θεὸν ἱκετεύωμεν, καὶ αἰτώμεθα δοθῆναι ἡμῖν τῶν κατορ θωμάτων εὐμάρειαν, καθηλωθῆναί τε τὰς σάρκας ἡμῶν τῷ φόβῳ τοῦ Θεοῦ, καὶ ἀμετεώριστον γενέσθαι ἡμῖν τὴν διάνοιαν, μηδαμῶς ἁλισκομένην ταῖς σαρ κικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς. Ἐν γὰρ μετεω ρισμῷ διανοίας αἱ κοσμικαὶ ἐπιθυμίαι τῇ ψυχῇ ἐμ φυόμεναι ποικίλας ἀνωμαλίας τοῖς λογισμοῖς ἐνεργά ζονται, καὶ ὀκνηροὺς ἡμᾶς περὶ τὰ καλὰ τῶν ἔργων ἀποτελοῦσι. Μὴ παραιτώμεθα τοίνυν ταῖς κοιναῖς καὶ ἀναγ καίαις τοῦ σώματος χρείαις συνεισφέρειν τὴν οἰ κείαν συνεργίαν ἕκαστος, ἀλλ' ἱκετεύωμεν τὸν Θεὸν λαβεῖν τῆς συνεργίας τὴν δύναμιν. Ἐπεὶ, εἰ πάντες 31.1417 παραιτοῖντο κατὰ μίμησιν τῶν φθασάντων, τίς ἀνα πληρώσει τὰ τῶν