1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

31

τῆς βασιλείας τῶν οὐρα νῶν, ἐκείνοις δὲ οὐ δέδοται. Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ, καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ. ∆ιὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λα λῶ, ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνιοῦσι. Καὶ ἀναπλη ροῦται αὐτοῖς ἡ προφητεία Ἡσαΐου ... Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ· καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἓν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. Πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν, εἰργάσατο ἐν αὐτοῖς, καὶ ἐποίη σεν ἄλλα πέντε τάλαντα. Ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο. Καὶ μετ' ὀλίγα· Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχον τος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ. Καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. ΟΡΟΣ ΝΘʹ Ὅτι οὐ δεῖ τὸν Χριστιανὸν προσπάσχειν τῇ ἀπὸ τῶν ἀνθρώπων δόξῃ, οὔτε ἀντέχεσθαι τιμῆς ὑπερβαλ λούσης, ἀλλὰ καὶ διορθοῦσθαι τοὺς οὕτω τιμῶντας, ἢ πλέον περὶ αὐτοῦ φρονοῦντας. Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ ἰδοὺ, εἷς προσελθὼν εἶπεν αὐ τῷ· ∆ιδάσκαλε ἀγαθὲ, τί ἀγαθὸν ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. ΙΩΑΝΝΗΣ. ∆όξαν παρὰ ἀνθρώπων οὐ λαμ βάνω. Καὶ μετ' ὀλίγα· Πῶς δύνασθε ὑμεῖς πιστεῦ σαι, δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; ΛΟΥΚΑΣ. Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπ' ἄλλων. ΠΡΑΞΕΙΣ. Ὡς δὲ ἐγέ νετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐ τῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας αὐτοῦ, 31.793 προσεκύνησεν. Ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέ γων· Ἀνάστηθι· καὶ γὰρ κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι. ΠΡΑΞΕΙΣ. Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρώδης, ἐνδυ σάμενος ἐσθῆτα βασιλικὴν, καὶ καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει. Ὁ δὲ δῆμος ἐπεφώνει· Θεοῦ φωνὴ, καὶ οὐκ ἀνθρώπου. Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου, ἀνθ' ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ· καὶ γενόμενος σκωλη κόβρωτος ἐξέψυξε.

ΟΡΟΣ Ξʹ. Ὅτι, τῶν χαρισμάτων τοῦ Πνεύματος διαφόρων ὑπαρχόντων, καὶ

οὔτε ἑνὸς δυναμένου τὰ πάντα ὑποδέξασθαι, οὔτε πάντων τὸ αὐτὸ, δεῖ σω φρόνως καὶ εὐχαρίστως ἕκαστον ἐμμένειν τῷ δεδο μένῳ, καὶ συμφωνεῖν ἀλλήλοις τοὺς πάντας ἐν ἀγάπῃ Χριστοῦ, ὥσπερ μέλη ἐν σώματι· ὥστε τὸν ὑποβεβηκότα ἐν τοῖς χαρίσμασι συγκρίσει τοῦ ὑπερέχοντος αὐτῷ μὴ ἀπογινώσκειν, μήτε μὴν τὸν μείζονα

καταφρονεῖν τοῦ ἐλάττονος. Οἱ γὰρ διαμεμερισμένοι καὶ διαστασιάζοντες καταλύσεως ἄξιοι.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Πᾶσα βασιλεία, μερισθεῖσα καθ' ἑαυτῆς, ἐρημοῦται·

καὶ πᾶσα πόλις ἢ οἰκία, μερισθεῖσα καθ' ἑαυτῆς, οὐ σταθήσεται. ΠΡΟΣ ΓΑΛ. Εἰ δὲ ἀλλήλους δάκνετε, καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. ΙΩΑΝ ΝΗΣ. Οὐ περὶ τούτων ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοί· ἵνα καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσι. ΠΡΑΞΕΙΣ. Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά. ΠΡΟΣ ΡΩΜ. Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν· ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέ ρισε μέτρον πίστεως. Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν,