1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

31

Ἰδὼν δὲ Φαραὼ, ὅτι γέγονεν ἀνάψυξις, ἐβάρυνε τὴν καρδίαν αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν ὁ Κύριος· καὶ, Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ πᾶσαν τὴν δύναμίν μου. Ἀλλ' ἀκούων μὴ δυσφήμως ὑπολάβῃς, λέγων· ∆ιὰ τί τιμωρεῖται αὐτοὺς, ἀντιστῆναι αὐτῷ παρασκευάζων αὐτόν; διὰ τί τύπτει, εἰ οὐκ ἔστιν ἀδικία παρὰ τῷ Θεῷ; Ἀλλὰ γινωσκέτω πρῶτον, ὅτι τὰ δοκοῦντα εἶναι ἀντιλεγόμενα παρὰ τῇ Γραφῇ, οὐ λογισμοῖς, ἀλλὰ παραδείγμασι λύεται. Ὥσπερ γὰρ οἱ ἄριστοι τῶν ἰατρῶν, ὠφέλιμόν τι ἐπινοῆσαι τῇ ἀνθρωπίνῃ φύσει σπουδάζοντες, τοὺς θανατικῇ ἀποφάσει ὑποβληθέντας αἰτησάμενοι ἀνατέμνουσιν. ἵνα διὰ τῶν ὑποδίκων τῷ θανάτῳ ὠφέλιμόν τι τοῖς ἀνθρώποις ἐφεύρωσιν· οὕτως ὁ πᾶσαν ἀνθρωπί 789 νην σοφίαν ὑπερβαίνων Θεὸς διὰ τοῦ ἀνίατον ἡμαρτηκότος Φαραὼ σημεῖα μεγάλα δείκνυσι, τὸν μὲν ἄξιον τιμωρίας κολάζων, τοὺς δὲ μετὰ ταῦτα γεννωμένους θεραπεύων, σωτηρίας ὑπόθεσιν τὴν αὐτοῦ τιμωρίαν αὐτοῖς παρεχόμενος. Συναγαγὼν οὖν πᾶσαν τὴν δύναμιν ὁ Φαραὼ, ἅρματα μὲν διακόσια, ἱππέων δὲ μυριάδας κʹ, τοὺς Ἰσραηλίτας ἐδίωκεν. Οἱ δὲ, διαιρεθείσης τῆς Ἐρυθρᾶς θαλάσσης ὑπὸ Μωϋσέως, προστάγματι Θεοῦ ἐπορεύοντο· καὶ Αἰγύπτιοι κατόπιν αὐτῶν ἐλαύνοντες κατεποντώθησαν, τῇ ῥάβδῳ τοῦ Μωϋσέως πατάξαντος, καὶ συναγαγόντος τὰ ὕδατα. Τῇ δ' ὑστεραίᾳ ἡμέρᾳ, τὰ ὅπλα τῶν Αἰγυπτίων τῷ πλήθει τῶν Ἑβραίων προσήνεγκε τὸ ὕδωρ ὠθούμενον ὑπὸ τοῦ πνεύματος. Καὶ ὁ Μωϋσῆς εἰκάσας καὶ τοῦτο τῇ τοῦ Θεοῦ γεγενῆσθαι προνοίᾳ, ἐκέλευσεν αὐτὰ πορίσασθαι, ὅπως μὴ εἶεν ἄνοπλοι. Ἀφικνοῦνται γοῦν εἰς τὴν ἕρημον. Καὶ ὁ Ῥαγουῆλος καὶ Ἰοθὼρ (διώνυμος γὰρ ἐτύγχανεν) ἀφικνεῖται πρὸς τὸν Μωϋσῆν, ἐπαγόμενος αὐτῷ τὴν γυναῖκα καὶ τοὺς υἱούς· καὶ μαθὼν πᾶσαν παρ' αὐτοῦ τὴν κατ' Αἰγυπτίων τοῦ Θεοῦ θαυματουργίαν, κατεπλάγη, καὶ ἐδόξασε τὸν Θεόν. Ἦν δὲ οὗτος, ὥς φασι, τοῦ Ἀβραὰμ ἀπόγονος, ἐξ ἑνὸς τῶν ἐκ Χεττόυρας γεννηθέντων αὐτῷ τεχθείς· ἐκ γὰρ τοῦ Ἰεζὰν ἐγένετο ∆άδαν, Ῥαγουὴλ, Ἰοθὼρ καὶ Ὀβάβ. ∆εξιῶς οὖν αὐτὸν φιλοφρονησάμενος ὁ Μωϋσῆς, εἰς τοὺς οἰκείους τόπους προέπεμψεν. Αὐτὸς δὲ πολλὰς πρὸς τὸ χρήσιμον τοῖς Ἑβραίοις νομοθετήσας ὁ Μωϋσῆς ἐτελεύτησε, βιώσας ἔτη ρκʹ. καὶ Ἰησοῦς ὁ Ναυῆ τὴν ἡγεμονίαν αὐτοῦ διαδέχεται, καὶ ἐξάγει τῆς ἐρήμου τὸν λαὸν, ἔτη μʹ ἐν αὐτῇ διατρίψαντα, ἐφ' ἧς ἔτι τὰ ἴχνη τῆς κατοικήσεως τῶν Ἰουδαίων σώζεται. Οἱ γὰρ χάριν ἱστορίας τοῖς τόποις ἐπιδημήσαντες, τῶν σκηνῶν τύπους ἔτι συνεστάναι διηγοῦνται μυρίου πλήθους ὑπαρχούσας [φ. ὑπαρχουσῶν], τό τε Σιναῖον ὄρος θεωρεῖσθαι, παρ' ᾧ τὰς νομοθεσίας ὁ Μωϋσῆς εἴληφε, καὶ ἕκαστα τῶν ἐν μέρει ἀναγεγραμμένων. Ζητητέον δέ· Οἱ Ἑβραῖοι ἐν τῇ Αἰγύπτῳ παρῴκησαν ἔτη υʹ καὶ λʹ, καὶ οὐχὶ ιεʹ καὶ διακόσια· ἡ μὲν γὰρ τῶν χρόνων ἐφεξῆς ἀναγραφὴ σιεʹ σημαίνει, ἡ δὲ Γραφὴ υʹ καὶ λʹ. Λέγει γὰρ, ὅτι πάροικον ἔσται τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐν γῇ ἀλλοτρίᾳ ἔτη υλʹ. Πρῶτον μὲν οὖν ἐπιτηρητέον, ὅτι οὐκ εἶπεν ἐν Αἰγύπτῳ, ἀλλ' ἐν γῇ ἀλλοτρίᾳ πάροικον ἔσται τὸ σπέρμα τοῦ Ἀβραάμ· ἀλλοτρία δὲ ὑπῆρχε καὶ ἡ Χαναναία γῆ, ἣν παρῴκησεν ὁ Ἰσαὰκ, σπέρμα τοῦ Ἀβραὰμ πρὸ πάντων αὐτὸς τυγχάνων ἐξαίρετον· υἱὸς γὰρ ἦν. ∆ῆλον οὖν, ὅτι πρὸ τοῦ κληρονομῆσαι τῶν ἀλλοφύλων τὴν γῆν, ὑπῆρχον πάροικοι μέχρις ἐτῶν υλʹ, ὥς που καὶ ὁ Ἀπόστολος λέγει· ∆ιαθήκην προκεκυρωμένην ὑπὸ Θεοῦ μετὰ ἔτη υλʹ, εἰς τὸ καρποφορῆσαι τὴν ἐπαγγελίαν· καὶ ἐπιφέρει· Τῷ δὲ Ἀβραὰμ δι' ἐπαγγελίας ἐχαρίσατο ὁ Θεός. Εἰκὸς οὖν, ὅτι ἐν μὲν τῇ Χαναναίᾳ σιεʹ παρῴκησαν, ἐν δὲ 792 τῇ Αἰγύπτῳ τὰ αὐτὰ σιεʹ, ἅπερ ὁμοῦ γίνεται ἔτη υλʹ. ∆ιάγοντος δὲ τοῦ Ἰησοῦ τὸν λαὸν καὶ τὴν κιβωτὸν τῆς ∆ιαθήκης διὰ τοῦ Ἰορδάνου, διέστη τὰ ὕδατα εἰς πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα· τὸ δὲ καταβαῖνον εἰς τὴν θάλασσαν τῶν ἀλῶν Ἄραβα κατῆλθεν, ἕως οὗ εἰς τέλος ἐξέλιπε, καὶ πάντες ἐπὶ ξηρᾶς διέβησαν, καὶ