32
τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθεὶς ἀλλήλων μέλη· ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δο θεῖσαν ἡμῖν διάφορα, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΚΟΡ. αʹ. Παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα· ἦτε δὲ κατ ηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ, καὶ ἐν τῇ αὐτῇ γνώ μῃ. ΠΡΟΣ ΚΟΡ. αʹ. Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, μέλη δὲ ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώμα τος, τοῦ ἑνὸς πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ἐν Χριστῷ. Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς 31.796 πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΦΙΛΙΠ. Ἵνα τὸ αὐτὸ φρονῆτε πάντες, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ' ἐριθείαν, ἢ κενοδο ξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγού μενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.
ΟΡΟΣ ΞΑʹ. Ὅτι οὐ δεῖ ἐξουθενεῖν τοὺς συνεργοῦντας τὴν χάριν τοῦ Κυρίου,
εἰς τὴν εὐτέλειαν αὐτῶν ἀφ ορῶντας. Ἐν τούτοις γὰρ μάλιστα εὐδοκεῖ ὁ Θεός. Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύ ριε τοῦ οὐρανοῦ καὶ
τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου ... Ἐλθὼν εἰς τὴν πα τρίδα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς, καὶ λέ γειν· Πόθεν ἡ σοφία αὕτη τούτῳ καὶ αἱ δυ νάμεις; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ; καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος, καὶ Ἰωσὴφ, καὶ Σίμων, καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; Πόθεν οὖν τούτῳ πάντα ταῦτα; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁ δὲ Ἰησοῦς εἶπεναὐτοῖς· Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. ΠΡΟΣ ΚΟΡ. αʹ. Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα κατ αισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ τὰ ἀγενῆ τοῦ κόσμου, καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεὸς, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.
ΟΡΟΣ ΞΒʹ. Ὅτι τοὺς πιστεύσαντας τῷ Θεῷ, καὶ βαπτισθέν τας, εὐθὺς
παρασκευάζεσθαι δεῖ πρὸς τοὺς πειρασμοὺς, καὶ παρ' αὐτῶν τῶν οἰκείων, μέχρι θανάτου. Ὁ γὰρ μὴ οὕτως ἑτοιμασάμενος, αἰ φνίδιον τῆς περιστάσεως
καταλαβούσης, εὐκόλως διασαλεύεται. Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος.
Καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ κα ταβαῖνον ὡσεὶ περιστερὰν, καὶ ἐρχόμενον ἐπ' αὐ τόν. Καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· 31.797 Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδό κησα. Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ δια βόλου. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρό βατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσ έχετε δὲ ἀπὸ τῶν ἀνθρώπων. Παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐ τῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύ ριον