1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

32

στρατοπεδεύουσιν ἐπὶ τὴν Ἱεριχώ. Ἦν δὲ αὕτη μεγίστοις ὠχυρωμένη τείχεσι. Κυκλοῦσι γοῦν αὐτὴν ἐπὶ ἡμέρας ἓξ, Θεοῦ προστάξαντος· καὶ τῇ ἑβδόμη ὄρθρου περιῆλθον αὐτὴν ἕβδομον κυκλόθεν, καὶ οἱ ἱερεῖς σαλπίγξαντες ταῖς σάλπιγξι τὸν λαὸν πάντα ἀλαλάξαι ὁμοθυμαδὸν διήγειραν· καὶ βοησάντων αὐτῶν, παραχρῆμα τὸ τεῖχος ἔπεσε, καὶ ἑάλω ἡ πόλις, καὶ πᾶσα τῷ Κυρίῳ ὑπῆρξεν ἀνάθημα. Καὶ μετὰ τὴν Ἱεριχὼ ἐνεδρεύουσι τὴν πόλιν Οὐαῒ, καὶ λαβόντες αὐτὴν ἐνέπρησαν, καὶ τὸν βασιλέα αὐτῆς ἐπὶ ξύλου κρεμάσαντες, προστάξαντος τοῦ Ἰησοῦ, ἐσταύρωσαν. Καὶ δύνοντος τοῦ ἡλίου ἔῤῥιψαν τὸ σῶμα αὐτοῦ εἰς φάραγγα, καὶ σωρῷ αὐτὸ λίθων ἐπέχωσαν. Οἱ δὲ Γαβαωνῖται, τούτων τὰς πολιορκίας πυθόμενοι (ὑπῆρχον γὰρ αὐτῶν ἀστυγείτονες), πανούργως τοὺς Ἰσραηλίτας κατασοφίζονται. Ἦσαν [φ. ὡς ἂν] γὰρ μὴ φθάσαντες τῇ πόλει αὐτῶν παρεμβάλωσιν, ὑπαντῶσιν αὐτοῖς ἐσθῆτα καὶ ὑποδήματα διεῤῥωγότα ἠμφιεσμένοι, καὶ σάκκους ἄρτων ξηρῶν καὶ εὐρωτιώντων, καὶ ἀσκοὺς παλαιοὺς ἐπηχθισμένοι, φάσκοντες αὐτοῖς· «Ἡ μὲν πόλις ἡμῶν πολὺ ἀφ' ἡμῶν διέστηκε· τοὺς γὰρ ἄρτους τούτους νεαροὺς ἐφωδιάσθημεν, καὶ τὴν ἐσθῆτα ἣν περικείμεθα καινὴν ἠμφιέσμεθα, καὶ τὰ ὑποδήματα νέα τοῖς ποσὶν ὑπεβάλομεν· καὶ ταῦτα πάντα τὸ μῆκος τῆς ὁδοῦ κατέτριψε, καὶ ἐπαλαίωσε. ∆ιάθεσθε οὖν πρὸς ἡμᾶς εἰρήνην, καὶ φίλους ἡμῶν καταστήσατε.» Καὶ ὁ μακάριος Ἰησοῦς ὅρκοις εἰρήνην τὴν πρὸς αὐτοὺς ἐπιστώσατο. Ὕστερον δὲ τὴν πανουργίαν αὐτῶν ἐπιγνοὺς, ἐφείσατο μὲν αὐτῶν διὰ τὸν ὅρκον, ξυλοφορεῖν δὲ καὶ ὑδροφορεῖν τοῖς Ἰσραηλίταις ἀντὶ τῆς ἀπάτης προσέταξεν. Ὀργισθεὶς δὲ Ἀδωνιβεζὲκ ὁ βασιλεὺς Ἱερουσαλὴμ ἐπὶ τὸ αὐτομολῆσαι τοῖς Ἰσραηλίταις τοὺς Γαβαωνίτας, συμμάχους τοὺς πλησιοχώρους λαβὼν βασιλεῖς, τὸν Αἰλὰμ βασιλέα Χεβρὼν, καὶ τὸν Φιδὼν τὸν τῆς Ἰεριμοὺδ, καὶ Σιφὰ τὸν Λαχεὶς, ἕτι δὲ καὶ τὸν ∆ὰδ τῆς Σοδολλὰμ, ἐστρατοπέδευσε πρὸς αὐτοὺς, καὶ ἐπολιόρκει τὴν Γαβαών. Οἱ δὲ Γαβαωνῖται συνεχόμενοι πρεσβεύονται πρὸς Ἰησοῦν. Ὁ δὲ ἐν Γαλγάλοις ὢν, ἀντιπαρετάξατο αὐτοῖς, καὶ συμβολῆς γενομένης ἐτροπώθησαν οἱ ἀλλόφυλοι· καὶ οἱ μὲν ξίφει διεφθάρησαν, οἱ δὲ χαλάζῃ. Φευγόντων γὰρ αὐτῶν, ὁ Θεὸς χάλαζαν αὐτοῖς κατώμβρησεν, ἥτις πλείστους τῶν ἐναντίων ἀνεῖλε, ἤπερ ὁ πόλεμος. Ἵνα δὲ τέλεον ἐξαφανίσῃ αὐτοὺς Ἰησοῦς, ηὔξατο τῷ Θεῷ, ὅπως τὴν ἡμέραν παρὰ φύσιν μηκύνῃ αὐτοῖς στήσας τὸν ἥλιον κατὰ Γαβαὼν, καὶ τὴν σελήνην κατὰ φάραγγα Ἀρνῶν. Καὶ ἔστησεν ὁ Θεὸς στάσει τὸν ἥλιον καὶ τὴν σελήνην, ἕως οὗ παηνμέριον τοὺς πολεμίους ἥλω. 793 Τοὺς δὲ πέντε βασιλεῖς τῶν ἐθνῶν Ἰησοῦς ὁ τοῦ Ναυῆ κρυπτομένους εὑρὼν, εἰς σπήλαιον ὑπτίους ἐπὶ τῆς γῆς, ῥιφῆναι αὐτοὺς προσέταξε, καὶ καταπατεῖσθαι ὑπὸ τοῦ λαοῦ ἐπὶ τοῦ τραχήλου ποιήσας, ἀπέκτεινε· καὶ τὰ σώματα αὐτῶν ἐπὶ ξύλου ἀναρτήσας, ὕστερον εἰς τὸ σπήλαιον αὐτὰ κατώρυξε. Πάσας δὲ τὰς πόλεις ἐκπορθήσας αὐτῶν, πᾶσαν τὴν ὀρεινὴν καὶ τὴν πεδινὴν ὑπέταξε. Ἀσὼρ δὲ, ὁ βασιλεὺς Ἰαβὶν, συμμάχους τοὺς πέριξ λαβὼν βασιλεῖς, πολλὴν συνήγαγε δύναμιν, ὡς εἰκάσαι τὸ πλῆθος τῆς στρατείας αὐτῶν τῇ ἀναριθμήτῳ τῆς θαλάσσης ψάμμῳ, καὶ ἀντιπαρετάξατο τῷ Ἰησοῦ. Ὁ δὲ αὐτοῖς ἄφνω ἐπιπεσὼν Ἰησοῦς αὐτόν τε καὶ πάντας τοὺς συμμάχους πανστρατὶ κατέσφαξε, καὶ τοὺς ἵππους αὐτῶν ἐνευροκόπησε, καὶ πᾶσαν αὐτῶν τὴν γῆν τοῖς Ἰσραηλίταις διένειμε· τῇ μὲν φυλῇ τοῦ Ῥουβὶν τὴν τῶν Ἀμοῤῥαίων γῆν ἀπεκλήρωσε καὶ τὴν Ῥαφασὴν, τὴν δὲ Γὰδ τὴν αὐτὴν γῆν τῶν Ἀμοῤῥαίων, καὶ τὸ ἥμισυ φυλῇ Μανασσῆ ἀπένειμε, καὶ τῇ φυλῇ Ἰούδα τὴν τῶν Ἑβραίων, καὶ Χετταίων, καὶ τὴν Ἐνακείμ. Ἤγουν Ἰούδα φυλὴ, σύμμαχον λαβοῦσα τὴν φυλὴν Συμεὼν, τοὺς Χαναναίους καὶ Φερεζαίους ἐπόρθησε, καὶ φεύγοντα τὸν Ἀδωνιβεζὲκ χειρωσάμενοι, τοὺς πόδας αὐτοῦ καὶ τὰς χεῖρας ἠκρωτηρίασαν· καὶ κατοδυρόμενος ἑαυτὸν ἔφη· «Καθὼς ἐποίησα, οὕτω μοι ὁ Θεὸς ἀνταπέδωκεν.