33
αὐτοῖς καὶ τοῖς ἔθνεσι. Καὶ μετ' ὀλίγα· Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται ... Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκο λουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. ΙΩΑΝΝΗΣ. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Καὶ ταῦτα ποιήσουσιν ὑμῖν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα, οὐδὲ ἐμὲ, καὶ τὰ ἑξῆς. ΛΟΥΚΑΣ. Οἱ δὲ ἐπὶ τῆς πέτρας, οἳ, ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύ ουσι, καὶ ἐν καιρῷ πειρασμῶν ἀφίστανται. ΠΡΟΣ ΚΟΡ. βʹ. Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρή θημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν· ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. ΠΡΟΣ ΤΙΜ. βʹ. Πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. Ὅτι οὐ δεῖ ἑαυτὸν ἐπιῤῥίπτειν πειρασμοῖς πρὸ και ροῦ τῆς τοῦ Θεοῦ συγχωρήσεως, ἀλλὰ καὶ προσ εύχεσθαι μὴ ἐμπεσεῖν εἰς πειρασμόν. Κεφάλ. βʹ. ΜΑΤΘΑΙΟΣ. Οὕτως οὖν προσεύχεσθε· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου. Καὶ μετ' ὀλίγα· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ΙΩΑΝΝΗΣ. Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζή τουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ Σκηνοπηγία. Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦ θεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μα θηταί σου θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖς. Οὐδεὶς γὰρ ἐν κρυπτῷ ποιεῖ τι, καὶ ζητεῖ αὐτὸς ἐν παῤ ῥησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ και 31.800 ρὸς ὁ ἐμὸς οὔπω πάρεστιν· ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρ τυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὔπω ἀνα βαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται. Ταῦτα δὲ εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. Ὡς δὲ ἀνέβησαν οἱ ἀδελ φοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτὴν, οὐ φανερῶς, ἀλλ' ὡς ἐν κρυπτῷ. ΛΟΥΚΑΣ. Ἀναστάντες δὲ προσεύχεσθε, ἵνα μὴ ἐμπέσητε εἰς πειρασμόν. Ὅτι δεῖ κατὰ καιρὸν ὑπαναχωρεῖν τῶν ἐπιβου λευόντων, συγχωρηθέντα μέντοι περιπεσεῖν πει ρασμῷ, τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν, καὶ τὸ θέλημα τοῦ Θεοῦ διὰ προσευχῆς αἰτεῖν. Κεφάλ. γʹ. ΜΑΤΘΑΙΟΣ. Ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην. Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ' αὐτοῦ, ἐξελθόντες, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὁ δὲ Ἰησοῦς, γνοὺς, ἀνεχώρησεν ἐκεῖθεν. ΙΩΑΝΝΗΣ. Ἀπ' ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο, ἵνα ἀποκτείνωσιν αὐ τόν. Ἰησοῦς οὖν οὐκέτι παῤῥησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις. ΛΟΥΚΑΣ. Καὶ θεὶς τὰ γόνατα, προσηύχετο λέγων· Πάτερ, εἰ βούλει παρενεγκεῖν τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω. ΠΡΟΣ ΚΟΡ. αʹ. Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆ ναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πει ρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπ ενεγκεῖν. Ὅτι δεῖ τὸν Χριστιανὸν ἐν τοῖς πειρασμοῖς ἐφ' ἑκά στῳ τῶν προσαγομένων αὐτῷ, μνημονεύοντα τῶν ἐν τῇ θεοπνεύστῳ Γραφῇ πρὸς τὸ προκείμενον εἰρημένων, οὕτως αὐτόν τε ἀνεπηρέαστον συν τηρεῖν, καὶ τοὺς ἐναντίους καταργεῖν. Κεφάλ. δʹ. ΜΑΤΘΑΙΟΣ. Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα, καὶ νύκτας τεσσαράκοντα,