33
τοῦτο καὶ χαλεπωτέραν ἑαυτῷ τὴν δίκην εἰργάσατο καὶ μάλα γε εἰκότως. Οὐ γὰρ εἰς τὸ τῷ Θεῷ προσκρούειν δεῖ κατακεχρῆσθαι ταῖς παρὰ τοῦ Θεοῦ διδομέναις τιμαῖς, ἀλλ' εἰς τὸ μᾶλλον ἀρέσκειν αὐτῷ. Ὁ δὲ ἐπειδὴ πλέον τετίμηται, διὰ τοῦτο ἀξιῶν ἀποφυγεῖν ἐν οἷς ἂν κολάζεσθαι δέῃ, παραπλήσιον ποιεῖ ὥσπερ ἂν εἴ τις καὶ τῶν ἀπίστων Ἰουδαίων ἀκούσας τοῦ Χριστοῦ λέγοντος ὅτι «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον», καί· «Εἰ μὴ τὰ σημεῖα ἐποίουν ἐν αὐτοῖς ἃ μηδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἶχον», ἐγκαλοίη τῷ σωτῆρι καὶ εὐεργέτῃ λέγων· Τί γὰρ ἤρχου καὶ ἐλάλεις; τί δὲ ἐποίεις σημεῖα, ἵνα μειζόνως ἡμᾶς κολάσῃς; Ἀλλὰ μανίας τὰ ῥήματα ταῦτα καὶ τῆς ἐσχάτης παραπληξίας· ὁ γὰρ ἰατρὸς οὐχ ἵνα σε κατακρίνῃ μᾶλλον ἦλθε θεραπεύσων, ἀλλ' ἵνα ἀπαλλάξῃ τῆς νόσου τέλεον. Σὺ δὲ σαυτὸν ἑκὼν ἀπεστέρησας τῶν ἐκείνου χειρῶν· δέχου τοίνυν χαλεπωτέραν τὴν τιμωρίαν. Ὥσπερ γὰρ εἰ εἶξας τῇ θεραπείᾳ καὶ τῶν προτέρων ἂν ἀπηλλάγης κακῶν, οὕτως ἐπειδὴ παραγινόμενον ἰδὼν ἔφυγες, οὐκέτι ἀπονίψασθαι ταῦτα δυνήσῃ, μὴ δυνάμενος δὲ καὶ τούτων δώσεις τὴν τιμωρίαν καὶ ἀνθ' ὧν αὐτῷ ματαίαν τὴν σπουδὴν ἐποίησας, τό γε μέρος τὸ σόν. ∆ιὰ ταῦτα οὐκ ἴσην πρὸ τοῦ τιμηθῆναι παρὰ τοῦ Θεοῦ καὶ μετὰ τὰς τιμὰς τὴν βάσανον ὑπομένομεν, ἀλλὰ πολλῷ σφοδροτέραν ὕστερον· ὁ γὰρ μὴ τῷ παθεῖν εὖ γενόμενος ἀγαθὸς πικροτέρως δίκαιος ἂν εἴη κολάζεσθαι. Ἐπεὶ οὖν ἀσθενὴς ἡμῖν αὕτη ἡ ἀπολογία δέδεικται καὶ οὐ μόνον οὐ σώζει τοὺς εἰς αὐτὴν καταφεύγοντας, ἀλλὰ καὶ προδίδωσι πλέον, ἑτέραν ἡμῖν ποριστέον ἀσφάλειαν. Ποίαν δὴ ταύτην, ὁ Βασίλειος ἔφη, ὡς ἔγωγε οὐδὲ ἐν ἐμαυτῷ δύναμαι εἶναι νῦν, οὕτω με ἔμφοβον καὶ ἔντρομον τοῖς ῥήμασι κατέστησας τούτοις. {ΙΩ.} Μή, δέομαι, ἔφην, καὶ ἀντιβολῶ, μὴ τοσοῦτον καταβάλῃς σαυτόν· ἔστι γάρ, ἔστιν ἀσφάλεια. Τοῖς μὲν ἀσθενέσιν ἡμῖν, τὸ μηδέποτε ἐμπεσεῖν, ὑμῖν δὲ τοῖς ἰσχυροῖς, τὸ τὰς ἐλπίδας τῆς σωτηρίας εἰς ἕτερον μὲν ἀνηρτῆσθαι μηδὲν μετὰ τὴν τοῦ Θεοῦ χάριν ἀλλ' ἢ εἰς τὸ μηδὲν ἀνάξιον πράττειν τῆς δωρεᾶς ταύτης καὶ τοῦ δεδωκότος αὐτὴν Θεοῦ. Μεγίστης μὲν γὰρ ἂν εἶεν κολάσεως ἄξιοι οἱ μετὰ τὸ δι' οἰκείας σπουδῆς ταύτης ἐπιτυχεῖν τῆς ἀρχῆς ἢ διὰ ῥαθυμίαν ἢ διὰ πονηρίαν ἢ καὶ δι' ἀπειρίαν κακῶς κεχρημένοι τῷ πράγματι· οὐ μὴν διὰ τοῦτο τοῖς οὐκ ἐσπουδακόσι καταλείπεταί τις συγγνώμη, ἀλλὰ καὶ οὗτοι πάσης ἀπολογίας ἐστέρηνται. ∆εῖ γάρ, οἶμαι, κἂν μυρίοι καλῶσι καὶ καταναγκάζωσι, μὴ πρὸς ἐκείνους ὁρᾶν, ἀλλὰ πρότερον τὴν ἑαυτοῦ βασανίσαντα ψυχὴν καὶ πάντα διερευνησάμενον ἀκριβῶς, οὕτως εἶξαι τοῖς βιαζομένοις. Νῦν δὲ οἰκίαν μὲν οἰκοδομήσασθαι οὐδεὶς ἂν ὑποσχέσθαι τολμήσειε τῶν οὐκ ὄντων οἰκοδομικῶν, οὐδὲ σωμάτων ἅψασθαι νενοσηκότων ἐπιχειρήσειεν ἄν τις τῶν ἰατρεύειν οὐκ εἰδότων, ἀλλὰ κἂν πολλοὶ οἱ πρὸς βίαν ὠθοῦντες ὦσι, παραιτήσεται καὶ οὐκ ἐρυθριάσει τὴν ἄγνοιαν. Ψυχῶν δὲ ἐπιμέλειαν μέλλων πιστεύεσθαι τοσούτων, οὐκ ἐξετάσει πρότερον ἑαυτόν, ἀλλὰ κἂν ἁπάντων ἀπειρότατος ᾖ, δέξεται τὴν διακονίαν ἐπειδὴ ὁ δεῖνα κελεύει καὶ ὁ δεῖνα βιάζεται καὶ ἵνα μὴ προσκρούσῃ τῷ δεῖνι; Καὶ πῶς οὐκ εἰς προὖπτον ἑαυτὸν μετ' ἐκείνων ἐμβαλεῖ κακόν; Ἐξὸν γὰρ αὐτῷ σώζεσθαι καθ' ἑαυτὸν καὶ ἑτέρους προσαπόλλυσι μεθ' ἑαυτοῦ. Πόθεν γὰρ ἔστιν ἐλπίσαι σωτηρίαν; πόθεν συγγνώμης τυχεῖν; τίνες ἡμᾶς ἐξαιτήσονται τότε; οἱ βιαζόμενοι νῦν ἴσως καὶ πρὸς ἀνάγκην ἕλκοντες; αὐτοὺς δὲ τούτους τίς κατ' ἐκεῖνον διασώσει τὸν καιρόν; καὶ γὰρ καὶ αὐτοὶ προσδέονται ἑτέρων, ἵνα διαφύγωσι τὸ πῦρ.
4.2 βʹ. Ὅτι οἱ χειροτονοῦντες ἀναξίους τῆς αὐτῆς αὐτοῖς εἰσιν ὑπεύθυνοι τιμωρίας, κἂν ἀγνοῶσι τοὺς χειροτονουμένουσ Ὅτι δέ σε οὐ δεδιττόμενος ταῦτα λέγω νῦν, ἀλλ' ὡς ἔχει τὸ πρᾶγμα ἀληθείας, ἄκουε τί τῷ μαθητῇ φησιν ὁ μακάριος Παῦλος Τιμοθέῳ, τῷ γνησίῳ τέκνῳ καὶ ἀγαπητῷ. «Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ