1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

34

ὕστερον ἐπείνασε. Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων, εἶπεν· Εἰ Υἱὸς εἰ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ὁ δὲ ἀποκριθεὶς εἶπε· Γέγραπται, ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ, καὶ τὰ ἑξῆς.

ΟΡΟΣ ΞΓʹ. Ὅτι οὐ δεῖ τὸν Χριστιανὸν φοβεῖσθαι, καὶ ἀγωνιᾷν ἐν ταῖς

περιστάσεσι, μετεωριζόμενον ἀπὸ τῆς ἐν Θεῷ πεποιθήσεως· θαῤῥεῖν δὲ, ὡς τοῦ Κυρίου 31.801 παρόντος, καὶ τὰ κατ' αὐτὸν οἰκονομοῦντος, καὶ πρὸς πάντας

ἐνδυναμοῦντος, καὶ τοῦ ἁγίου Πνεύ ματος διδάσκοντος μέχρι καὶ ἀποκρίσεως τῆς πρὸς τοὺς ὑπεναντίους.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόν των τὸ σῶμα, τὴν

δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυ ναμένων· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; Καὶ ἓν ἐξ αὐ τῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν. Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. Μὴ οὖν φοβηθῆτε, πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. ΛΟΥΚΑΣ. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰ πεῖν. ΜΑΡΚΟΣ. Καὶ γίνεται λαίλαψ ἀνέμου με γάλη· τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι. Καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων. Καὶ δι εγείρουσιν αὐτὸν, καὶ λέγουσιν αὐτῷ· ∆ιδάσκαλε, οὐ μέλει σοι, ὅτι ἀπολλύμεθα; Καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ, καὶ εἶπε τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε οὕτως; Πῶς οὐκ ἔχετε πίστιν; ΠΡΑ ΞΕΙΣ. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ (ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων) ἐπλή σθησαν ζήλου· καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τη ρήσει δημοσίᾳ. Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐ τοὺς, εἶπε· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκον. ΠΡΟΣ ΚΟΡ. βʹ. Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡμῶν, τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ. Καὶ μετ' ὀλίγα· Ὃς ἐκ τηλικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύεται· εἰς ὃν ἠλπίκαμεν, ὅτι καὶ ἔτι ῥύσεται.

ΟΡΟΣ Ξ∆ʹ. Ὅτι δεῖ χαίρειν πᾶν ὁτιοῦν πάσχοντα μέχρι θανάτου ἕνεκεν τοῦ

ὀνόματος τοῦ Κυρίου καὶ τῶν ἐντολῶν αὐτοῦ. Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι

αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' 31.804 ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλ λιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρα νοῖς. ΛΟΥΚΑΣ. Μακάριοί ἐστε, ὅταν μισήσω σιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκεν τοῦ Υἱοῦ τοῦ ἀνθρώ που. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρα νοῖς. ΠΡΑΞΕΙΣ. Καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς. Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνό ματος τοῦ Κυρίου ἀτιμασθῆναι. Πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ' οἶκον οὐκ