1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

34

κοινώνει ἁμαρτίαις ἀλλοτρίαις.» Εἶδες ὅσης τοὺς μέλλοντας ἡμᾶς ἐπὶ τοῦτο παράγειν, οὐ μέμψεως μόνον, ἀλλὰ καὶ τιμωρίας, τό γε ἡμέτερον ἀπηλλάξαμεν μέρος. Ὥσπερ γὰρ τοῖς αἱρεθεῖσιν οὐκ αὔταρκες πρὸς ἀπολογίαν τὸ λέγειν· Οὐκ αὐτόκλητος ἦλθον, οὐδὲ προειδὼς οὐκ ἀπέφυγον, οὕτως οὐδὲ τοὺς χειροτονοῦντας ὠφελῆσαί τι δύναται, εἰ λέγοιεν τὸν χειροτονηθέντα ἀγνοεῖν· ἀλλὰ διὰ τοῦτο καὶ μεῖζον τὸ ἔγκλημα γίνεται ὅτι ὃν ἠγνόουν παρήγαγον καὶ ἡ δοκοῦσα εἶναι ἀπολογία αὔξει τὴν κατηγορίαν. Πῶς γὰρ οὐκ ἄτοπον ἀνδράποδον μὲν πρίασθαι βουλομένους καὶ ἰατροῖς ἐπιδεικνύναι καὶ τῆς πράσεως ἐγγυητὰς ἀπαιτεῖν καὶ γειτόνων πυνθάνεσθαι καὶ μετὰ ταῦτα πάντα μηδέπω θαρρεῖν, ἀλλὰ καὶ χρόνον πολὺν πρὸς δοκιμασίαν αἰτεῖν, εἰς δὲ τοσαύτην λειτουργίαν μέλλοντάς τινα ἐγγράφειν, ἁπλῶς καὶ ὡς ἔτυχεν, ἂν τῷ δεῖνι δόξῃ πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἑτέρων μαρτυρῆσαι, ἐγκρίνειν, μηδεμίαν ποιουμένους ἑτέραν ἐξέτασιν; Τίς οὖν ἡμᾶς ἐξαιτήσεται τότε, τῶν ὀφειλόντων προστῆναι καὶ αὐτῶν προστατῶν δεομένων; ∆εῖ μὲν οὖν καὶ τὸν χειροτονεῖν μέλλοντα πολλὴν ποιεῖσθαι τὴν ἔρευναν, πολλῷ δὲ πλείονα τούτου τὸν χειροτονούμενον· εἰ γὰρ καὶ κοινωνοὺς ἔχει τῆς κολάσεως τοὺς ἑλομένους ἐν οἷς ἂν ἁμάρτῃ, ἀλλ' ὅμως οὐδὲ αὐτὸς ἀπήλλακται τῆς τιμωρίας, ἀλλὰ καὶ μείζονα δίδωσι, μόνον εἰ μὴ διά τινα ἀνθρωπίνην αἰτίαν παρὰ τὸ φανὲν αὐτοῖς εὔλογον ἔπραξαν οἱ ἑλόμενοι. Εἰ γὰρ ἐν τούτῳ φωραθεῖεν καὶ τὸν ἀνάξιον εἰδότες διά τινα πρόφασιν αὐτὸν παρήγαγον, ἐξ ἴσης τὰ τῶν κολαστηρίων αὐτοῖς, τάχα δὲ καὶ μείζονα τῷ τὸν οὐκ ἐπιτήδειον καταστήσαντι· ὁ γὰρ τὴν ἐξουσίαν παρασχὼν τῷ βουλομένῳ διαφθεῖραι τὴν Ἐκκλησίαν, οὗτος ἂν εἴη τῶν ὑπ' ἐκείνου τολμηθέντων αἴτιος. Εἰ δὲ τούτων μὲν οὐδενὶ γένοιτο ὑπεύθυνος, ἀπὸ δὲ τῆς τῶν πολλῶν ὑπολήψεως ἠπατῆσθαι λέγοι, ἀτιμώρητος μὲν οὐδὲ οὕτω μένοι, ὀλίγῳ δὲ ἐλάττονα τοῦ χειροτονηθέντος δίδωσι δίκην. Τί δήποτε; Ὅτι τοὺς μὲν ἑλομένους εἰκὸς ὑπὸ δόξης ψευδοῦς ἀπατηθέντας ἐπὶ τοῦτο ἐλθεῖν· ὁ δὲ αἱρεθεὶς οὐκέτ' ἂν δύναιτο λέγειν ὅτι ἠγνόουν ἐμαυτόν, καθάπερ αὐτὸν ἕτεροι. Ὡς οὖν βαρύτερον μέλλοντα κολάζεσθαι τῶν παραγόντων, οὕτως ἀκριβέστερον αὐτῶν χρὴ ποιεῖσθαι τὴν ἑαυτοῦ δοκιμασίαν, κἂν ἀγνοοῦντες ἕλκωσιν ἐκεῖνοι, προσιόντα διδάσκειν ἀκριβῶς τὰς αἰτίας δι' ὧν ἠπατημένους παύσει καὶ ἀνάξιον ἑαυτὸν τῆς δοκιμασίας ἀποδείξας ἐκφεύξεται τοσούτων πραγμάτων ὄγκον. ∆ιὰ τί γὰρ περὶ στρατείας καὶ ἐμπορίας καὶ γεωργίας καὶ τῶν ἄλλων τῶν βιωτικῶν βουλῆς προκειμένης, οὔτε ὁ γεωργὸς ἕλοιτ' ἂν πλεῖν, οὔτε ὁ στρατιώτης γεωργεῖν, οὔτε ὁ κυβερνήτης στρατεύεσθαι, κἂν μυρίους τις ἀπειλῇ θανάτους; Ἦ δῆλον ὅτι τὸν ἐκ τῆς ἀπειρίας προορώμενοι κίνδυνον ἕκαστος. Εἶτα ὅπου μὲν ζημία περὶ μικρῶν, τοσαύτῃ χρησόμεθα προνοίᾳ καὶ οὐκ ἂν εἴξομεν τῇ τῶν βιαζομένων ἀνάγκῃ· ὅπου δὲ ἡ κόλασις αἰώνιος τοῖς οὐκ εἰδόσι μεταχειρίζειν ἱερωσύνην, ἁπλῶς καὶ ὡς ἔτυχε τοσοῦτον ἀναδεξόμεθα κίνδυνον, τὴν ἑτέρων προβαλλόμενοι βίαν; Ἀλλ' οὐκ ἀνέξεται τότε ὁ ταῦτα κρίνων ἡμῖν. Ἔδει μὲν γὰρ καὶ πολλῷ πλείω τῶν σαρκικῶν περὶ τὰ πνευματικὰ τὴν ἀσφάλειαν ἐπιδείξασθαι, νῦν δὲ οὐδὲ ἴσην εὑρισκόμεθα παρεχόμενοι. Εἰπὲ γάρ μοι, εἴ τινα ὑποπτεύσαντες ἄνδρα εἶναι τεκτονικὸν οὐκ ὄντα τεκτονικὸν πρὸς τὴν ἐργασίαν καλοῖμεν, αὐτὸς δὲ ἕποιτο, εἶτα ἁψάμενος τῆς πρὸς τὴν οἰκοδομὴν παρεσκευασμένης ὕλης, ἀφανίζοι μὲν ξύλα, ἀφανίζοι δὲ λίθους, ἐργάζοιτο δὲ τὴν οἰκίαν οὕτως ὡς εὐθέως καταπεσεῖν, ἆρα ἀρκέσει πρὸς ἀπολογίαν αὐτῷ τὸ παρ' ἑτέρων ἠναγκάσθαι καὶ μὴ αὐτεπάγγελτον ἥκειν; Οὐδαμῶς, καὶ μάλα γε εἰκότως καὶ δικαίως· ἐχρῆν γάρ, καὶ ἑτέρων καλούντων, ἀποπηδᾶν. Εἶτα τῷ μὲν ξύλα ἀφανίζοντι καὶ λίθους οὐδεμία ἔσται καταφυγὴ πρὸς τὸ μὴ δοῦναι δίκην· ὁ δὲ ψυχὰς ἀπολλὺς καὶ οἰκοδομῶν ἀμελῶς τὴν ἑτέρων ἀνάγκην ἀποχρῆν αὐτῷ πρὸς τὸ