34
βαρβάρους ἐξείλετο σφαττομένους, τοὺς δὲ Ἰουδαίους οὐκ ἐξείλετο αἰχμαλωτιζομένους. Καὶ ἐν τοῖς Εὐαγγελίοις δὲ ὀψόμεθα οὐκ ἐφ' ἑτέρων, ἀλλ' ἐπὶ τῶν αὐτῶν ἀμφότερα ταῦτα γινόμενα· καὶ τὸν αὐτὸν νῦν μὲν ἀρκέσαντα ἑαυτῷ, νῦν δὲ προδεδομένον. Ὁ γὰρ τὰ μυρία τάλαντα ὀφείλων, καὶ ἐξείλετο ἑαυτὸν τοῦ κινδύνου δεηθεὶς, καὶ πάλιν οὐκ ἴσχυσεν· ἕτερος δὲ ἀντιστρόφως πρότερον ἑαυτὸν προδοὺς, ὕστερον τὰ μέγιστα ἑαυτῷ βοηθῆσαι ἴσχυσε. Τίς δὲ οὗτός ἐστιν; Ὁ τὴν πατρῴαν καταφαγὼν οὐσίαν. Ὥστε ἐὰν μὲν ῥᾳθυμῶμεν, οὐδὲ δι' ἑτέρων δυνησόμεθα σώζεσθαι· ἐὰν δὲ νήφωμεν, καὶ δι' ἑαυτῶν τοῦτο ἰσχύσομεν, καὶ δι' ἑαυτῶν μᾶλλον, ἢ δι' ἑτέρων. Καὶ γὰρ ὁ Θεὸς ἡμῖν μᾶλλον δοῦναι βούλεται τὴν χάριν, ἢ ἑτέροις ὑπὲρ ἡμῶν· ἵνα καὶ παῤῥησίας ἀπολαύωμεν, καὶ βελτίους γινώμεθα, σπουδάζοντες αὐτοῦ λῦσαι τὴν ὀργήν. Οὕτω τὴν Χαναναίαν ἠλέησεν· οὕτω τὴν πόρνην ἔσωσεν, οὕτω τὸν λῃστὴν, οὐδενὸς γενομένου μεσίτου καὶ προστάτου. εʹ. Καὶ ταῦτα λέγω, οὐχ ἵνα μὴ ἱκετεύωμεν τοὺς ἁγίους, ἀλλ' ἵνα μὴ ῥᾳθυμῶμεν, μηδὲ ἀναπίπτοντες αὐτοὶ καὶ καθεύδοντες, ἑτέροις τὰ καθ' ἡμᾶς ἐπιτρέπωμεν μόνοις. Καὶ γὰρ εἰπὼν, Ποιήσατε ὑμῖν φίλους, οὐκ ἔστη μέχρι τούτου μόνον, ἀλλὰ προσέθηκεν, Ἐκ τοῦ ἀδίκου μαμωνᾶ· ἵνα πάλιν σὸν τὸ κατόρθωμα γένηται· οὐδὲν γὰρ ἕτερον ἢ ἐλεημοσύνην ἐνταῦθα ᾐνίξατο. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐδὲ ἀκριβολογεῖται πρὸς ἡμᾶς, ἐὰν ἀποστῶμεν τῆς ἀδικίας Ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν· Ἐκτήσω κακῶς; ἀνάλωσον καλῶς. Συνέλεξας ἀδίκως; σκόρπισον δικαίως. Καίτοιγε ποία τοῦτο ἀρετὴ τὸ ἐκ τῶν τοιούτων διδόναι; Ἀλλ' ὅμως ὁ Θεὸς, φιλάνθρωπος ὢν, καὶ μέχρι τούτου καταβαίνει· κἂν οὕτω ποιῶμεν, πολλὰ ἡμῖν ἐπαγγέλλεται ἀγαθά. Ἀλλ' ἡμεῖς εἰς τοσοῦτον ἀναισθησίας ἥκομεν, ὡς μηδὲ ἐκ τοῦ ἀδίκου διδόναι· ἀλλὰ μυρία ἁρπάζοντες, ἂν πολλοστὸν μέρος καταβάλωμεν, τὸ πᾶν νομίζομεν πεπληρωκέναι. Οὐκ ἤκουσας Παύλου λέγοντος, ὅτι Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει; Τίνος οὖν ἕνεκεν φείδῃ; μὴ γὰρ ἀνάλωμα τὸ πρᾶγμά ἐστι; μὴ γὰρ δαπάνη; 57.61 Πρόσοδός ἐστι καὶ ἐμπορία. Ὅπου ἐμπορία, ἐκεῖ καὶ πλεονασμός· ὅπου σπόρος, ἐκεῖ καὶ ἀμητός. Σὺ δὲ, εἰ μὲν γῆν λιπαρὰν καὶ βαθεῖαν καὶ πολλὰ δυναμένην δέξασθαι σπέρματα γεωργεῖν ἔμελλες, καὶ τὰ ὄντα ἂν ἐξέβαλες, καὶ παρ' ἑτέρων ἂν ἐδανείσω, ζημίαν τὴν ἐν τοῖς τοιούτοις φειδὼ νομίζων εἶναι· τὸν δὲ οὐρανὸν μέλλων γεωργεῖν, τὸν οὐδεμιᾷ ἀνωμαλίᾳ ἀέρων ὑποκείμενον, ἀλλὰ πάντως ἀποδώσοντα μετὰ πλείονος προσθήκης τὰ καταβαλλόμενα, ὀκνεῖς καὶ ἀναδύῃ, καὶ οὐκ ἐννοεῖς ὅτι ἔστι φειδόμενον ἀπολέσαι, καὶ μὴ φειδόμενον κερδᾶναι. Σκόρπισον τοίνυν, ἵνα μὴ ἀπολέσῃς· μὴ κατάσχῃς, ἵνα κατάσχῃς· ἔκβαλε, ἵνα φυλάξῃς· ἀνάλωσον, ἵνα κερδάνῃς. Κἂν φυλάξαι αὐτὰ δέῃ, μὴ σὺ φύλαττε· πάντως γὰρ αὐτὰ ἀπολεῖς· ἀλλὰ πίστευσον τῷ Θεῷ· οὐδεὶς γὰρ ἐκεῖθεν ἁρπάζει. Μὴ σὺ πραγματεύου· οὐδὲ γὰρ οἶσθα κερδαίνειν· ἀλλὰ δάνεισον τῷ πλείω τοῦ κεφαλαίου τὸν τόκον παρέχοντι. ∆άνεισον ἔνθα μηδεὶς φθόνος, ἔνθα μηδεμία κατηγορία, μηδὲ ἐπιβουλὴ, μηδὲ φόβος. ∆άνεισον τῷ μηδενὸς δεομένῳ, καὶ χρείαν ἔχοντι διὰ σέ· τῷ πάντας τρέφοντι, καὶ πεινῶντι, ἵνα σὺ μὴ λιμώξῃς· τῷ πενομένῳ, ἵνα σὺ πλουτήσῃς. ∆άνεισον ὅθεν οὐκ ἔστι θάνατον, ἀλλὰ ζωὴν ἀντὶ θανάτου καρπώσασθαι· οὗτοι μὲν γὰρ βασιλείαν, ἐκεῖνοι δὲ γέενναν προξενοῦσιν οἱ τόκοι· οἱ μὲν γὰρ φιλαργυρίας, οἱ δὲ φιλοσοφίας εἰσί· καὶ οἱ μὲν ὠμότητος, οἱ δὲ φιλανθρωπίας. Τίνα οὖν ἕξομεν ἀπολογίαν, ὅταν καὶ πλείονα ἐξὸν λαβεῖν, καὶ μετὰ ἀσφαλείας, καὶ ἐν καιρῷ τῷ προσήκοντι, καὶ ἐν ἐλευθερίᾳ πολλῇ, καὶ σκωμμάτων χωρὶς καὶ φόβων καὶ κινδύνων, ἀφέντες ταῦτα κερδᾶναι, διώκωμεν ἐκεῖνα τὰ αἰσχρὰ καὶ εὐτελῆ καὶ σφαλερὰ καὶ διαπίπτοντα, καὶ πολλὴν προξενοῦντα τὴν κάμινον ἡμῖν; Οὐδὲν γὰρ, οὐδὲν τῶν ἐνταῦθα τόκων αἰσχρότερον, 57.62 οὐδὲν ὠμότερον. Τὰς γὰρ ἀλλοτρίας ὁ τοιοῦτος πραγματεύεται συμφορὰς, καὶ πρόσοδον τὴν ἑτέρου δυσημερίαν ποιεῖται, καὶ μισθὸν ἀπαιτεῖ φιλανθρωπίας, καθάπερ δεδοικὼς μὴ ἐλεήμων φανῇ, καὶ προσχήματι φιλανθρωπίας βαθύτερον