35
ἐπαύοντο δι δάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰη σοῦν. ΠΡΟΣ ΚΟΛ. Οὗ ἐγενόμην ἐγὼ Παῦλος διά κονος. Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώ ματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία.
ΟΡΟΣ ΞΕʹ. Ὅτι δεῖ καὶ ἐν αὐτῇ τῇ ἐξόδῳ προσεύχεσθαι τὰ πρέποντα.
Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Περὶ δὲ τὴν ἐννάτην ὥραν ἀν εβόησεν ὁ Ἰησοῦς φωνῇ
μεγάλῃ, λέγων· Ἠλὶ, Ἠλὶ,λαμμὰ σαβαχθανί; τουτέστι· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Καὶ τοῦτο εἰπὼν, ἐξέπνευσεν. ΠΡΑΞΕΙΣ. Καὶ ἐλιθοβόλουν τὸν Στέ φανον ἐπικαλούμενον, καὶ λέγοντα· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν, ἐκοιμήθη.
ΟΡΟΣ Ξʹ. Ὅτι οὐ δεῖ ἐγκαταλιμπάνειν τοὺς ὑπὲρ εὐσεβείας ἀγωνιζομένους.
Κεφάλ. αʹ. ΙΩΑΝΝΗΣ. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἄρτιπιστεύετε; Ἰδοὺ ἔρχεται
ὥρα, καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ μόνον ἀφῆτε. ΠΡΟΣ ΤΙΜ. βʹ. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης. ∆ῴη ὁ Κύριος ἔλεος τῷ Ὀνησιφόρου οἴκῳ· ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη· ἀλλὰ γενόμενος ἐν Ῥώμῃ, σπουδαίως ἐζήτησέ με, καὶ εὗρε. ∆ῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Καὶ ὅσα ἐν 31.805 Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις. ΠΡΟΣ ΤΙΜ. βʹ. Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. Ὅτι δεῖ προσεύχεσθαι ὑπὲρ τῶν ἐν πειρασμοῖς ἐξ εταζομένων. Κεφάλ. βʹ. ΛΟΥΚΑΣ. Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξ ητήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. ΠΡΑΞΕΙΣ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ. Προσευχὴ δὲ ἦν ἐκτενὴς γενομένη ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ.
ΟΡΟΣ ΞΖʹ. Ὅτι τῶν πληροφορίαν ἐχόντων τῆς ἐκ νεκρῶν ἀνα στάσεως,
ἀλλότριον τὸ λυπεῖσθαι ἐπὶ τοῖς κεκοι μημένοις. Κεφάλ. αʹ. ΛΟΥΚΑΣ. Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ
γυναικῶν, αἳ καὶ ἐκόπτοντο, καὶ ἐθρήνουν αὐτόν. Στραφεὶς δὲ εἶπε πρὸς αὐτάς· Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ' ἐμέ. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πι στεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε, καὶ ἀνέστῃ· οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.
ΟΡΟΣ ΞΗʹ. Ὅτι οὐ δεῖ τὰ ἰδιώματα τοῦ αἰῶνος τούτου καὶ μετὰ τὴν ἀνάστασιν
προσδοκᾷν, ἀλλὰ ἀγγελικὸν καὶ ἀπροσδεῆ βίον εἰδέναι ἐν τῷ μέλλοντι αἰῶνι. Κεφάλ. αʹ. ΛΟΥΚΑΣ. Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οἱ υἱοὶ τοῦ αἰῶνος
τούτου γαμοῦσι καὶ ἐκγα μίζονται· οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται. Οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. ΠΡΟΣ ΚΟΡ. αʹ. Ἀλλ' ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι