35
ὀρύσσει τὸ βάραθρον, ἐν τῷ βοηθεῖν ἐπιτρίβων τὴν πενίαν, καὶ ἐν τῷ χεῖρα ὀρέγειν ὠθῶν, καὶ δεχόμενος μὲν ὡς εἰς λιμένα, ναυαγίῳ δὲ περιβάλλων, ὡς ἐν σκοπέλῳ καὶ ὑφάλῳ καὶ σπιλάδι τοῦτον. Ἀλλὰ τί κελεύεις; φησί· τὸ συλλεχθὲν ἀργύριον καὶ ἐμοὶ χρήσιμον, ἑτέρῳ διδόναι εἰς ἐργασίαν, καὶ μηδένα μισθὸν ἀπαιτεῖν; Ἄπαγε· οὐ φημὶ τοῦτο ἐγὼ, ἀλλὰ καὶ σφόδρα βούλομαί σε μισθὸν λαβεῖν, οὐ μὴν εὐτελῆ καὶ μικρὸν, ἀλλὰ πολλῷ μείζονα· ἀντὶ γὰρ χρυσίου, τὸν οὐρανὸν βούλομαί σε τόκον λαβεῖν. Τί τοίνυν εἰς πτωχείαν σεαυτὸν κατακλείεις, περὶ τὴν γῆν συρόμενος, καὶ μικρὰ ἀντὶ μεγάλων ἀπαιτῶν; Τοῦτο γὰρ οὐκ εἰδότος ἐστὶ πλουτεῖν. Ὅταν γὰρ ὁ μὲν Θεὸς, ἀντὶ χρημάτων ὀλίγων ἐπαγγέλληταί σοι τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, σὺ δὲ λέγῃς, Μὴ οὐρανόν μοι δῷς, ἀλλ' ἀντὶ τοῦ οὐρανοῦ χρυσίον τὸ ἀπολλύμενον, τοῦτο βουλομένου μένειν ἐστὶν ἐν πενίᾳ. Ὡς ὅ γε ἐπιθυμῶν πλούτου καὶ εὐπορίας, τὰ μένοντα πρὸ τῶν ἀπολλυμένων, τὰ ἀνάλωτα πρὸ τῶν δαπανωμένων, τὰ πολλὰ πρὸ τῶν ὀλίγων, τὰ ἀκήρατα πρὸ τῶν φθειρομένων αἱρήσεται· οὕτω γὰρ κἀκεῖνα ἕψεται. Ὁ μὲν γὰρ τὴν γῆν πρὸ τοῦ οὐρανοῦ ζητῶν, καὶ ταύτης ἐκπεσεῖται πάντως· ὁ δὲ ἐκεῖνον ταύτης προτιθεὶς, ἀμφοτέρων ἀπολαύσεται μετὰ πολλῆς τῆς ὑπερβολῆς. Ὅπερ ἵνα καὶ ἐφ' ἡμῶν γένηται, καταφρονήσαντες τῶν ἐνταῦθα πάντων, ἑλώμεθα τὰ μέλλοντα ἀγαθά. Οὕτω γὰρ καὶ τούτων κἀκείνων τευξόμεθα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
57.61 ΟΜΙΛΙΑ ΣΤʹ. Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς
Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερο σόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασι λεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ
ἤλθομεν προσκυνῆ σαι αὐτῷ. αʹ. Πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, πολλῶν τῶν εὐχῶν, ὥστε δυνηθῆναι
ἐπεξελθεῖν τῷ παρόντι χωρίῳ, καὶ μαθεῖν, τίνες οἱ μάγοι οὗτοι, καὶ πόθεν ἦλθον, καὶ πῶς, καὶ τίνος αὐτοὺς πείσαντος, καὶ τίς ὁ ἀστήρ. Μᾶλλον δὲ, εἰ βούλεσθε, πρότερον ἅ φασιν οἱ τῆς ἀληθείας ἐχθροὶ, ταῦτα εἰς μέσον ἀγάγωμεν. Καὶ γὰρ τοσοῦτον κατ' αὐτῶν ἔπνευσεν ὁ διάβολος, ὥστε καὶ ἐντεῦθεν αὐτοὺς ἐπιχειρεῖν ὁπλίζειν κατὰ τῶν τῆς ἀληθείας λόγων. Τί οὖν φασιν; Ἰδοὺ, φησὶ, καὶ τοῦ Χριστοῦ γεννηθέντος ἀστὴρ ἐφάνη, ὅπερ ἐστὶ σημεῖον τοῦ τὴν ἀστρολογίαν εἶναι βεβαίαν. Πῶς οὖν εἰ κατ' ἐκεῖνον ἐτέχθη τὸν νόμον, ἀστρολογίαν ἔλυσε, 57.62 καὶ εἱμαρμένην ἀνεῖλε, καὶ δαίμονας ἐπεστόμισε, καὶ πλάνην ἐξέβαλε, καὶ πᾶσαν τοιαύτην μαγγανείαν ἀνέτρεψε; Τί δὲ καὶ οἱ μάγοι παρὰ τοῦ ἀστέρος αὐτοῦ μανθάνουσιν; ὅτι βασιλεὺς τῶν Ἰουδαίων ἦν; Καὶ μὴν οὐ ταύτης ἦν τῆς βασιλείας βασιλεὺς, καθὼς καὶ τῷ Πιλάτῳ ἔλεγεν· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Οὐδὲν γοῦν ἐπεδείξατο τοιοῦτον· οὐδὲ γὰρ δορυφόρους, οὔτε ὑπασπιστὰς, οὔτε ἵππους, οὔτε ἡμιόνων ζεῦγος, οὔτε ἄλλο τι τοιοῦτον ἔσχε περὶ ἑαυτόν· ἀλλὰ τὸν εὐτελῆ τοῦτον βίον καὶ πτωχὸν μετῄει, δώδεκα εὐτελεῖς ἀνθρώπους μεθ' ἑαυτοῦ περιφέρων. Εἰ δὲ καὶ βασιλέα ᾔδεσαν ὄντα, τίνος ἕνεκεν παραγίνονται; Οὐ γὰρ δὴ τοῦτο ἀστρονομίας ἔργον ἐστὶν, ἀπὸ τῶν ἄστρων εἰδέναι τοὺς τικτομένους, ἀλλ' ἀπὸ τῆς ὥρας τῶν τικτομένων προαναφωνεῖν τὰ μέλλοντα ἔσεσθαι, ὥς φασιν. Οὗτοι δὲ οὔτε ὠδινούσῃ τῇ μητρὶ παρῆσαν, οὔτε τὸν καιρὸν ἔγνωσαν, καθ' ὃν ἐτέχθη, οὔτε ἐντεῦθεν λα 57.63 βόντες τὴν ἀρχὴν, συνέθηκαν ἀπὸ τῆς τῶν ἄστρων κινήσεως τὰ μέλλοντα ἔσεσθαι· ἀλλ' ἀντιστρόφως, ἀστέρα πρὸ πολλοῦ τοῦ χρόνου θεασάμενοι φανέντα ἐπὶ τῆς αὐτῶν χώρας, ἔρχονται ὀψόμενοι τὸν τεχθέντα· ὅπερ καὶ αὐτὸ τοῦ προτέρου σφόδρα