36
ἀπορώτερον ἂν εἴη. Τίς γὰρ αὐτοὺς ἔπεισε λόγος, ποίων ἀγαθῶν ἐλπὶς, τὸν ἐκ τοσούτου διαστήματος προσκυνῆσαι βασιλέα; Εἰ μὲν γὰρ αὐτῶν ἔμελλε βασιλεύειν, μάλιστα μὲν οὐδὲ οὕτω λόγον εἶχε τὸ γινόμενον. Καὶ γὰρ εἰ μὲν ἐν βασιλικαῖς αὐλαῖς ἐτίκτετο, καὶ πατρὸς αὐτῷ βασιλέως παρόντος, εἰκότως ἄν τις ἔφη τούτους, βουλομένους τὸν πατέρα θεραπεῦσαι, προσκυνῆσαι τὸ τεχθὲν παιδίον, καὶ ταύτῃ πολλὴν ἑαυτοῖς ὑπόθεσιν προαποθέσθαι εὐνοίας. Νυνὶ δὲ οὐδὲ αὐτῶν προσδοκῶντες ἔσεσθαι βασιλέα, ἀλλὰ ἔθνους ἀλλοκότου καὶ πολὺ τῆς αὐτῶν ἀφεστηκότος χώρας, οὔτε ἄνδρα ὁρῶντες ἤδη γενόμενον, τίνος ἕνεκεν τοσαύτην στέλλονται ἀποδημίαν, καὶ δῶρα προσφέρουσι, καὶ ταῦτα μέλλοντες μετὰ κινδύνων ἅπαντα πράττειν; Καὶ γὰρ καὶ Ἡρώδης ἀκούσας διεταράχθη, καὶ ὁ δῆμος ἅπας ἐθορυβεῖτο, ταῦτα ἀκούσαντες παρ' αὐτῶν. Ἀλλ' οὐ προῄδεσαν οὗτοι ταῦτα. Ἀλλ' οὐκ ἂν ἔχοι λόγον. Εἰ γὰρ καὶ σφόδρα ἦσαν ἀνόητοι, τοῦτο οὐκ ἂν ἠγνόησαν, ὅτι εἰς πόλιν βασιλευομένην ἐλθόντες, καὶ τοιαῦτα κηρύξαντες, καὶ βασιλέα ἕτερον παρὰ τὸν τότε ὄντα δείξαντες, οὐχὶ μυρίους καθ' ἑαυτῶν ἂν ἐπεσπάσαντο θανάτους. Τί δὲ ὅλως καὶ προσεκύνουν ἐν σπαργάνοις ὄντα; Εἰ μὲν γὰρ ἀνὴρ ἦν, εἶχεν ἄν τις εἰπεῖν, ὅτι προσδοκῶντες τὴν παρ' αὐτοῦ βοήθειαν εἰς προὖπτον ἑαυτοὺς ἔῤῥιψαν κίνδυνον, ὅπερ καὶ αὐτὸ τῆς ἐσχάτης ἀλογίας ἦν, τὸν Πέρσην, τὸν βάρβαρον, καὶ οὐδὲν κοινὸν ἔχοντα πρὸς τὸ Ἰουδαίων ἔθνος, βούλεσθαι μὲν τῆς οἰκίας ἀφίστασθαι, καὶ πατρίδα καὶ συγγενεῖς καὶ οἰκείους ἀφιέναι, ἑτέρᾳ δὲ ἑαυτοὺς ὑποβάλλειν βασιλείᾳ. βʹ. Εἰ δὲ τοῦτο ἀνόητον, τὸ μετὰ τοῦτο ἀνοητότερον πολλῷ πλέον. Ποῖον δὴ τοῦτο; Τὸ μακρὰν οὕτως ἀποδημίαν ἐλθόντας, καὶ προσκυνήσαντας, καὶ ταράξαντας πάντας, ἀπελθεῖν εὐθέως. Τί δὲ ὅλως καὶ βασιλείας σύμβολον εἶδον, καλύβην καὶ φάτνην, καὶ παιδίον ἐν σπαργάνοις, καὶ μητέρα πτωχὴν ἰδόντες; Τίνι δὲ καὶ τὰ δῶρα προσέφερον, καὶ τίνος ἕνεκεν; Ἆρα νόμος ἦν καὶ ἔθος, τοὺς πανταχοῦ τικτομένους βασιλέας οὕτω θεραπεύειν; καὶ πᾶσαν περιῄεσαν ἀεὶ τὴν οἰκουμένην, οὓς ᾔδεσαν ἐσομένους βασιλέας ἀπὸ μικρῶν καὶ εὐτελῶν, πρὶν ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν ἀναβῆναι, προσκυνοῦντες; Ἀλλ' οὐκ ἂν ἔχοι τις τοῦτο εἰπεῖν. Τίνος δὲ ἕνεκεν καὶ προσεκύνουν; Εἰ μὲν τῶν παρόντων ἕνεκεν, καὶ τί προσεδόκων παρὰ παιδίου καὶ μητρὸς εὐτελοῦς λήψεσθαι; εἰ δὲ τῶν μελλόντων ἕνεκεν, καὶ πόθεν ᾔδεσαν ὅτι ἀπομνημονεύσει τῶν τότε γινομένων ὁ παῖς ἐν σπαργάνοις προσκυνηθείς; Εἰ δὲ ἡ μήτηρ ἔμελλεν ἀναμιμνήσκειν αὐτὸν, οὐδὲ οὕτω τιμῆς, ἀλλὰ κολάσεως ἦσαν ἄξιοι, εἰς προὖπτον ἐμβάλλοντες αὐτὸν κίνδυνον. Ἐντεῦθεν γοῦν ὁ Ἡρώδης 57.64 ταραχθεὶς, καὶ ἐζήτει, καὶ περιειργάζετο, καὶ ἀνελεῖν ἐπεχείρει. Καὶ πανταχοῦ δὲ ὁ τὸν μέλλοντα βασιλεύειν κατάδηλον ποιῶν, ἐκ πρώτης ἡλικίας ἰδιώτην ὄντα, οὐδὲν ἕτερον ἢ σφαγῇ παραδίδωσι, καὶ μυρίους ἀνάπτει πολέμους αὐτῷ. Εἶδες ὅσα τὰ ἄτοπα φαίνεται, εἰ κατὰ ἀνθρωπίνην ἀκολουθίαν καὶ κοινὴν συνήθειαν ταῦτα ἐξετάσαιμεν; Οὐδὲ γὰρ ταῦτα μόνον, ἀλλὰ καὶ πλείονα τούτων ἐνῆν εἰπεῖν, ζήτησιν ἔχοντα πλείω τῶν εἰρημένων. Ἀλλ' ἵνα μὴ συνάπτοντες ἀπορίας ἀπορίαις ἰλιγγιᾷν ὑμᾶς ποιῶμεν, φέρε δὴ λοιπὸν ἐπὶ τὴν λύσιν τῶν ζητουμένων ἔλθωμεν, ἀρχὴν τῆς λύσεως ἀπὸ τοῦ ἀστέρος αὐτοῦ ποιούμενοι. Ἂν γὰρ μάθωμεν τίς ὁ ἀστὴρ, καὶ ποταπὸς, καὶ εἰ τῶν πολλῶν εἷς, ἢ ξένος παρὰ τοὺς ἄλλους, καὶ εἰ φύσει ἀστὴρ, ἢ ὄψει μόνον ἀστὴρ, εὐκόλως καὶ τὰ ἄλλα πάντα εἰσόμεθα. Πόθεν οὖν ταῦτα ἔσται δῆλα; Ἀπὸ τῶν γεγραμμένων αὐτῶν. Ὅτι γὰρ οὐ τῶν πολλῶν εἷς ὁ ἀστὴρ οὗτος ἦν, μᾶλλον δὲ οὐδὲ ἀστὴρ, ὡς ἔμοιγε δοκεῖ, ἀλλὰ δύναμίς τις ἀόρατος εἰς ταύτην μετασχηματισθεῖσα τὴν ὄψιν, πρῶτον ἀπὸ τῆς πορείας αὐτῆς δῆλον. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἀστήρ τις ταύτην βαδίζων τὴν ὁδόν· ἀλλὰ κἂν ἥλιον εἴπῃς, κἂν σελήνην, κἂν τοὺς ἄλλους ἅπαντας ἀστέρας, ἐξ ἀνατολῶν ἐπὶ δύσιν ὁρῶμεν χωροῦντας· οὗτος δὲ ἀπὸ ἄρκτου πρὸς μεσημβρίαν ἐφέρετο· οὕτω γὰρ ἡ Παλαιστίνη πρὸς τὴν Περσίδα κεῖται. ∆εύτερον, καὶ ἀπὸ τοῦ καιροῦ τοῦτο ἔστιν ἰδεῖν. Οὐ γὰρ ἐν νυκτὶ φαίνεται,