40
τὸ βιοῦν εὖ οὐκ ἐλάχιστον ἡμῖν συντελεῖ μέρος· τούτοις γὰρ ἔτι καὶ νῦν οἱ προεστῶτες χρώμενοι, τὴν ἁγνὴν παρθένον ἣν ἡρμόσατο τῷ Χριστῷ ῥυθμίζουσί τε καὶ πλάττουσι καὶ πρὸς τὸ πνευματικὸν ἄγουσι κάλλος· τούτοις καὶ τὰ ἐπισκήπτοντα αὐτῇ νοσήματα ἀποκρούονται καὶ τὴν προσγινομένην διατηροῦσιν ὑγίειαν. Τοιαῦτα ἡμῖν ὁ ἰδιώτης κατέλιπε φάρμακα, τοσαύτην ἔχοντα δύναμιν ὧν ἴσασι τὴν πεῖραν καλῶς οἱ χρώμενοι συνεχῶς. Καὶ ὅτι μὲν πολλὴν αὐτὸς ἐποιεῖτο τοῦ μέρους τούτου σπουδήν, ἐκ τούτων δῆλον.
4.8 ηʹ. Ὅτι καὶ ἡμᾶς τοῦτο βούλεται κατορθοῦν Ἄκουε δὲ καὶ τῷ μαθητῇ τί φησιν ἐπιστέλλων· «Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.» Καὶ τὸν ἀπὸ τούτου καρπὸν προστίθησι λέγων· «Τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.» Καὶ πάλιν· «∆οῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον.» Καὶ προϊὼν δέ φησι· «Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι.» Καὶ πάλιν· «Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, φησί, πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παίδευσιν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος.» Ἄκουε δὲ καὶ τῷ Τίτῳ περὶ τῆς τῶν ἐπισκόπων καταστάσεως διαλεγόμενος τί προστίθησιν· «∆εῖ γάρ, φησίν, εἶναι τὸν ἐπίσκοπον ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.» Πῶς οὖν ἰδιώτης τις ὤν, ὡς οὗτοί φασι, τοὺς ἀντιλέγοντας ἐλέγχειν δυνήσεται καὶ ἐπιστομίζειν; τίς δὲ χρεία προσέχειν τῇ ἀναγνώσει καὶ ταῖς γραφαῖς, εἰ ταύτην δεῖ τὴν ἰδιωτείαν ἀσπάζεσθαι; Σκήψεις ταῦτα καὶ προφάσεις καὶ ῥαθυμίας καὶ ὄκνου προσχήματα. Ἀλλὰ τοῖς ἱερεῦσι, φησί, ταῦτα διατάττεται· καὶ γὰρ περὶ ἱερέων ἡμῖν ὁ λόγος νῦν. Ὅτι δὲ καὶ τοῖς ἀρχομένοις, ἄκουε τί πάλιν ἑτέροις ἐν ἑτέρᾳ ἐπιστολῇ παραινεῖ· «Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ.» Καὶ πάλιν· «Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος εἰδέναι πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.» Καὶ τὸ πρὸς ἀπολογίαν ἑτοίμους εἶναι ἅπασιν εἴρηται, Θεσσαλονικεῦσι δὲ ἐπιστέλλων· «Οἰκοδομεῖτε, φησίν, εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.» Ὅταν δὲ περὶ ἱερέων διαλέγηται· «Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ.» Καὶ γὰρ οὗτος ὁ τελεώτατος τῆς διδασκαλίας ὅρος, ὅταν καὶ δι' ὧν πράττουσι καὶ δι' ὧν λέγουσι τοὺς μαθητευομένους ἐνάγωσι πρὸς τὸν μακάριον βίον ὃν ὁ Χριστὸς διετάξατο· οὐ γὰρ ἀρκεῖ τὸ ποιεῖν πρὸς τὸ διδάσκειν. Καὶ οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ Σωτῆρος· «Ὃς γὰρ ἄν, φησί, ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται.» Εἰ δὲ τὸ ποιῆσαι διδάξαι ἦν, περιττῶς τὸ δεύτερον ἔκειτο· καὶ γὰρ ἤρκει εἰπεῖν· ὃς ἂν ποιήσῃ, μόνον. Νῦν δὲ τῷ διελεῖν ἀμφότερα δείκνυσιν ὅτι τὸ μὲν τῶν ἔργων ἐστί, τὸ δὲ τοῦ λόγου καὶ ἀλλήλων δεῖται ἑκάτερα πρὸς τελείαν οἰκοδομήν. Ἦ οὐκ ἀκούεις τί φησι τοῖς πρεσβυτέροις Ἐφεσίων τὸ τοῦ Χριστοῦ σκεῦος τὸ ἐκλεκτόν; «∆ιὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν.» Τίς γὰρ χρεία τῶν δακρύων ἢ τῆς διὰ τῶν λόγων νουθεσίας, οὕτω τοῦ βίου αὐτῷ λάμποντος τοῦ ἀποστολικοῦ;
4.9 θʹ. Ὅτι τούτου μὴ παρόντος τῷ ἱερεῖ, πολλὴν ἀνάγκη τοὺς ἀρχομένους ζημίαν ὑφίστασθαι Ἀλλὰ πρὸς μὲν τὴν τῶν ἐντολῶν ἐργασίαν δύναιτ' ἂν ἡμῖν οὗτος πολὺ συμβάλλεσθαι μέρος· οὐδὲ γὰρ ἐκεῖ μόνον αὐτὸν τὸ πᾶν κατορθοῦν φαίην ἄν, ὅταν δὲ ὑπὲρ δογμάτων ἀγὼν κινῆται καὶ πάντες ἀπὸ τῶν αὐτῶν μάχωνται γραφῶν, ποίαν ἰσχὺν ὁ βίος ἐνταῦθα ἐπιδεῖξαι δυνήσεται; Τί τῶν πολλῶν ὄφελος ἱδρώτων, ὅταν