1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

41

βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετει λάμην ὑμῖν. ΠΡΑΞΕΙΣ. Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δό γματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ 31.824 πρεσβυτέρων ἐν Ἱερουσαλήμ. ΠΡΟΣ ΤΙΜ. αʹ. Ταῦτα δίδασκε, καὶ παρακάλει. ΠΡΟΣ ΤΙΤ. Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Ὅτι ὁ πιστευθεὶς τὸν λόγον τῆς τοῦ Κυρίου διδα σκαλίας, ἐὰν σιωπήσῃ τι τῶν ἀναγκαίων εἰς τὴν πρὸς Θεὸν εὐαρέστησιν, ἔνοχός ἐστι τοῦ αἵματος τῶν κινδυνευόντων, ἤτοι ὑπὸ τῆς ἐργασίας τῶν ἀπηγορευμένων, ἢ καὶ ὑπὲρ τῆς ἐλλείψεως τῶν κατορθωθῆναι ὀφειλόντων. Κεφάλ. Ζʹ. ΛΟΥΚΑΣ. Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. ΠΡΑΞΕΙΣ. Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σί λας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἀντιτασσομένων δὲ αὐτῶν, καὶ βλασφημούντων, ἐκτιναξάμενος τὸ ἱμά τιον, εἶπε πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. ΠΡΑΞΕΙΣ. ∆ιὸ μαρτύ ρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος ὑμῶν. Οὐ γὰρ ὑπεστειλά μην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ὅτι δεῖ καὶ ἐπὶ τῶν μὴ κατ' ἐπιταγὴν ὑπὸ τῆς Γραφῆς ὡρισμένων προτρέπειν ἕκαστον πρὸς τὸ κρεῖττον. Κεφάλ. Ηʹ. ΜΑΤΘΑΙΟΣ. Εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χω ρεῖν, χωρείτω. ΠΡΟΣ ΚΟΡ. αʹ. Περὶ δὲ τῶν παρθέ νων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δί δωμι, ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐν εστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. ∆έδεσαι γυναικί; μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα, καὶ τὰ ἑξῆς. Ὅτι οὐκ ἔξεστιν ἑτέροις ἀνάγκην ἐπιτιθέναι ὧν αὐ τὸς οὐ κατώρθωσεν. Κεφάλ. Θʹ. ΛΟΥΚΑΣ. Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι φορ τίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου τύπον προκεῖσθαι τοῖς ἄλλοις παντὸς καλοῦ, κατορθοῦντα πρό τερον ἃ διδάσκει. 31.825 Κεφάλ. Ιʹ. ΜΑΤΘΑΙΟΣ. ∆εῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶν τες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. ΙΩΑΝΝΗΣ. Ὅτε οὖν ἔνιψε τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ, καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπε σὼν πάλιν εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; Ὑμεῖς φωνεῖτέ με, ὁ ∆ιδάσκαλος, καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος, καὶ ὁ ∆ιδά σκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα, καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε ἀλ λήλοις. ΠΡΑΞΕΙΣ. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθε νούντων. ΠΡΟΣ ΚΟΡ. αʹ. Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. ΠΡΟΣ ΤΙΜ. αʹ. Μηδείς σου τῆς νεότητος καταφρονείτω· ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, καὶ τὰ ἑξῆς. Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου μὴ τοῖς ἑαυτοῦ κατορθώμασιν ἐπαμεριμνεῖν, ἴδιον δὲ καὶ ἐξαί ρετον τῆς ἐγχειρισθείσης αὐτῷ φροντίδος ἔργον εἰδέναι τὴν τῶν πεπιστευμένων βελτίωσιν. Κεφάλ. ΙΑʹ. ΜΑΤΘΑΙΟΣ. Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθῆναι ἔξω, καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. ΙΩΑΝΝΗΣ. Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλω ἔξω. Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέ λημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαν τός με, ἵνα