1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

41

μετὰ τοὺς μόχθους ἐκείνους ἀπὸ τῆς πολλῆς τις ἀπειρίας εἰς αἵρεσιν ἐκπεσὼν ἀποσχισθῇ τοῦ σώματος τῆς Ἐκκλησίας; Ὅπερ οἶδα πολλοὺς παθόντας ἐγώ. Ποῖον αὐτῷ κέρδος τῆς καρτερίας; Οὐδέν, ὥσπερ οὖν οὐδὲ ὑγιοῦς πίστεως, τῆς πολιτείας διεφθαρμένης. ∆ιὰ δὴ ταῦτα μάλιστα πάντων ἔμπειρον εἶναι δεῖ τῶν τοιούτων ἀγώνων τὸν διδάσκειν τοὺς ἄλλους λαχόντα. Εἰ γὰρ καὶ αὐτὸς ἕστηκεν ἐν ἀσφαλείᾳ, μηδὲν ὑπὸ τῶν ἀντιλεγόντων βλαπτόμενος, ἀλλὰ τὸ τῶν ἀφελεστέρων πλῆθος τὸ ταττόμενον ὑπ' ἐκείνῳ, ὅταν ἴδῃ τὸν ἡγούμενον ἡττηθέντα καὶ οὐδὲν ἔχοντα πρὸς τοὺς ἀντιλέγοντας εἰπεῖν, οὐ τὴν ἀσθένειαν τὴν ἐκείνου τῆς ἥττης ἀλλὰ τὴν τοῦ δόγματος αἰτιῶνται σαθρότητα, καὶ διὰ τὴν τοῦ ἑνὸς ἀπειρίαν ὁ πολὺς λεὼς εἰς ἔσχατον ὄλεθρον καταφέρεται· κἂν γὰρ μὴ πάντῃ γένωνται τῶν ἐναντίων, ἀλλ' ὅμως ὑπὲρ ὧν θαρρεῖν εἶχον ἀμφιβάλλειν ἀναγκάζονται, καὶ οἷς μετὰ πίστεως προσῄεσαν ἀκλινοῦς, οὐκέτι μετὰ τῆς αὐτῆς δύνανται προσέχειν στερρότητος, ἀλλὰ τοσαύτη ζάλη ταῖς ἐκείνων εἰσοικίζεται ψυχαῖς ἀπὸ τῆς ἥττης τοῦ διδασκάλου, ὡς καὶ εἰς ναυάγιον τελευτῆσαι τὸ κακόν. Ὅσος δὲ ὄλεθρος καὶ ὅσον συνάγεται πῦρ εἰς τὴν ἀθλίαν κεφαλὴν ἐκείνου, καθ' ἕκαστον τῶν ἀπολλυμένων τούτων, οὐδὲν δεήσῃ παρ' ἐμοῦ μαθεῖν, ἅπαντα αὐτὸς εἰδὼς ἀκριβῶς. Τοῦτο οὖν ἀπονοίας, τοῦτο κενοδοξίας, τὸ μὴ θελῆσαι τοσούτοις ἀπωλείας αἴτιον γενέσθαι, μηδὲ ἐμαυτῷ μείζονα προξενῆσαι τιμωρίαν τῆς νῦν ἀποκειμένης ἐκεῖ; Καὶ τίς ἂν ταῦτα φήσειεν; Οὐδείς, πλὴν εἴ τις μάτην μέμφεσθαι βούλοιτο καὶ ἐν ταῖς ἀλλοτρίαις φιλοσοφεῖν συμφοραῖς.

5.1 ΛΟΓΟΣ Εʹ

αʹ. Ὅτι πολλοῦ πόνου καὶ σπουδῆς αἱ ἐν τῷ κοινῷ ὁμιλίαι δέονται Ὅσης μὲν

ἐμπειρίας τῷ διδασκάλῳ δεῖ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγῶνας, ἱκανῶς ἡμῖν ἀποδέδεικται· ἔχω δέ τι καὶ πρὸς τούτοις ἕτερον μυρίων αἴτιον κινδύνων εἰπεῖν. Μᾶλλον δὲ οὐκ ἐκεῖνο εἴποιμι ἂν αἴτιον ἔγωγε, ἀλλὰ τοὺς οὐκ εἰδότας αὐτῷ χρῆσθαι καλῶς, ἐπεὶ τό γε πρᾶγμα αὐτὸ σωτηρίας τε καὶ πολλῶν πρόξενον γίνεται ἀγαθῶν, ὅταν τοὺς διακονουμένους εὕρῃ σπουδαίους τε ἄνδρας καὶ ἀγαθούς. Τί οὖν τοῦτό ἐστιν; Ὁ πολὺς πόνος ὁ περὶ τὰς διαλέξεις τὰς κοινῇ πρὸς τὸν λαὸν γινομένας ἀναλισκόμενος. Πρῶτον μὲν γὰρ τὸ πλέον τῶν ἀρχομένων οὐκ ἐθέλουσιν ὡς πρὸς διδασκάλους διακεῖσθαι τοὺς λέγοντας, ἀλλὰ τὴν τῶν μαθητῶν τάξιν ὑπερβάντες ἀντιλαμβάνουσι τὴν τῶν θεατῶν τῶν ἐν τοῖς ἔξωθεν καθεζομένων ἀγῶσι. Καὶ καθάπερ ἐκεῖ τὸ πλῆθος μερίζεται, καὶ οἱ μὲν τούτῳ, οἱ δὲ ἐκείνῳ προσνέμουσιν ἑαυτούς, οὕτω δὴ καὶ ἐνταῦθα διαιρεθέντες, οἱ μὲν μετὰ τούτου, οἱ δὲ μετὰ ἐκείνου γίνονται, πρὸς χάριν καὶ πρὸς ἀπέχθειαν ἀκούοντες τῶν λεγομένων. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπόν, ἀλλὰ καὶ ἕτερον οὐδὲν ἔλαττον τούτου· ἢν γάρ τινα συμβῇ τῶν λεγόντων μέρος τι τῶν ἑτέροις πονηθέντων ἐνυφῆναι τοῖς λόγοις αὐτοῦ, πλείονα τῶν τὰ χρήματα κλεπτόντων ὑφίσταται ὀνείδη, πολλάκις δὲ οὐδὲ λαβὼν παρ' οὐδενὸς οὐδέν, ἀλλ' ὑποπτευθεὶς μόνον, τὰ τῶν ἑαλωκότων ἔπαθε. Καὶ τί λέγω τῶν ἑτέροις πεπονημένων; Αὐτὸν τοῖς εὑρήμασι τοῖς ἑαυτοῦ συνεχῶς χρήσασθαι οὐκ ἔνι· οὐ γὰρ πρὸς ὠφέλειαν, ἀλλὰ πρὸς τέρψιν ἀκούειν εἰθίσθησαν οἱ πολλοί, καθάπερ τραγῳδῶν ἢ κιθαρῳδῶν καθήμενοι δικασταί, καὶ ἡ τοῦ λόγου δύναμις ἣν ἐξεβάλομεν νῦν, οὕτως ἐνταῦθα γίνεται ποθεινὴ ὡς οὐδὲ τοῖς σοφισταῖς ὅταν πρὸς ἀλλήλους ἀγωνίζεσθαι ἀναγκάζωνται. Γενναίας οὖν δεῖ κἀνταῦθα ψυχῆς καὶ πολὺ τὴν ἡμετέραν ὑπερβαινούσης σμικρότητα ἵνα τὴν ἄτακτον καὶ ἀνωφελῆ τοῦ πλήθους ἡδονὴν κολάζῃ καὶ πρὸς τὸ ὠφελιμώτερον μετάγειν