1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

42

δύνηται τὴν ἀκρόασιν, ὡς αὐτῷ τὸν λαὸν ἕπεσθαι καὶ εἴκειν, ἀλλὰ μὴ αὐτὸν ταῖς ἐκείνων ἄγεσθαι ἐπιθυμίαις.

5.2 βʹ. Ὅτι τὸν εἰς τοῦτο τεταγμένον καὶ ἐγκωμίων ὑπερορᾶν χρὴ καὶ δύνασθαι λέγειν Τούτου δὲ οὐδαμῶς ἔστιν ἐπιτυχεῖν, ἀλλ' ἢ διὰ τούτοιν τοῖν δυοῖν, τῆς τε τῶν ἐπαίνων ὑπεροψίας καὶ τῆς ἐν τῷ λέγειν δυνάμεως. Κἂν γὰρ τὸ ἕτερον ἀπῇ, τὸ λειπόμενον ἄχρηστον γίνεται τῇ διαζεύξει θατέρου· ἄν τε γὰρ ἐπαίνων ὑπερορῶν μὴ προσφέρῃ διδασκαλίαν τὴν ἐν χάριτι καὶ ἅλατι ἠρτυμένην, εὐκαταφρόνητος ὑπὸ τῶν πολλῶν γίνεται, οὐδὲν ἀπὸ τῆς μεγαλοψυχίας κερδάνας ἐκείνης· ἄν τε τοῦτο καλῶς κατορθώσας τὸ μέρος τῆς ἀπὸ τῶν κρότων δόξης ἡττώμενος τύχῃ, εἰς ταὐτὸν πάλιν περιΐσταται τὰ τῆς ζημίας αὐτῷ τε καὶ τοῖς πολλοῖς, πρὸς χάριν τῶν ἀκουόντων μᾶλλον ἢ πρὸς ὠφέλειαν λέγειν μελετῶντι, διὰ τὴν τῶν ἐπαίνων ἐπιθυμίαν. Καὶ καθάπερ ὁ μήτε πάσχων τι πρὸς τὰς εὐφημίας, μήτε λέγειν εἰδὼς οὔτε εἴκειν ταῖς τοῦ πλήθους ἡδοναῖς, οὔτε ὠφελεῖν ἀξιόλογόν τινα δύναται ὠφέλειαν τῷ μηδὲν ἔχειν εἰπεῖν, οὕτω καὶ ὁ τῷ πόθῳ τῶν ἐγκωμίων ἑλκόμενος, ἔχων ἀμείνους ἐργάσασθαι τοὺς πολλούς, ἀντὶ τούτων παρέχει τὰ τέρψαι δυνάμενα μᾶλλον, τούτων τοὺς ἐν τοῖς κρότοις θορύβους ὠνούμενος.

5.3 γʹ. Ὅτι ἂν μὴ ἀμφότερα ἔχῃ, ἄχρηστος ἔσται τῷ πλήθει Ἀμφοτέρωθεν οὖν ἰσχυρὸν εἶναι τὸν ἄριστον ἄρχοντα δεῖ ἵνα μὴ θατέρῳ θάτερον ἀνατρέπηται· ὅταν γὰρ ἀναστὰς ἐν τῷ μέσῳ λέγῃ τὰ τοὺς ῥαθύμως ζῶντας ἐπιστῦψαι δυνάμενα, εἶτα προσπταίῃ καὶ διακόπτηται, καὶ ὑπὸ τῆς ἐνδείας ἐρυθριᾶν ἀναγκάζηται, διερρύη τὸ κέρδος τῶν λεχθέντων εὐθέως. Οἱ γὰρ ἐπιτιμηθέντες, ἀλγοῦντες τοῖς εἰρημένοις καὶ οὐκ ἔχοντες αὐτὸν ἑτέρως ἀμύνασθαι, τοῖς τῆς ἀμαθίας αὐτὸν βάλλουσι σκώμμασι, τούτοις οἰόμενοι τὰ ἑαυτῶν συσκιάζειν ὀνείδη. ∆ιὸ χρή, καθάπερ τινὰ ἡνίοχον ἄριστον, εἰς ἀκρίβειαν τούτων ἀμφοτέρων ἥκειν τῶν καλῶν, ἵνα ἀμφότερα πρὸς τὸ δέον αὐτῷ μεταχειρίζειν ἐξῇ· καὶ γὰρ ὅταν αὐτὸς ἀνεπίληπτος ἅπασι γένηται, τότε δυνήσεται μεθ' ὅσης βούλεται ἐξουσίας καὶ κολάζειν καὶ ἀνιέναι τοὺς ὑπ' αὐτῷ ταττομένους ἅπαντας· πρὸ δὲ τούτου οὐκ εὐμαρὲς τοῦτο ποιεῖν. Τὴν δὲ μεγαλοψυχίαν οὐ μέχρι τῆς τῶν ἐπαίνων ὑπεροψίας δείκνυσθαι χρὴ μόνον, ἀλλὰ καὶ περαιτέρω προάγειν, ἵνα μὴ πάλιν ἀτελὲς ᾖ τὸ κέρδος. 5.4 δʹ. Ὅτι μάλιστα βασκανίας τοῦτον δεῖ καταφρονεῖν Τίνος οὖν δεῖ καὶ ἑτέρου καταφρονεῖν; Βασκανίας καὶ φθόνου. Τὰς δὲ ἀκαίρους κατηγορίας-καὶ γὰρ ἀνάγκη τὸν προεστῶτα μέμψεις ὑπομένειν ἀλόγους-οὔτε ἀμέτρως δεδοικέναι καὶ τρέμειν, οὔτε ἁπλῶς παρορᾶν καλόν, ἀλλὰ χρή, κἂν ψευδεῖς τυγχάνωσιν οὖσαι, κἂν παρὰ τῶν τυχόντων ἡμῖν ἐπάγωνται, πειρᾶσθαι σβεννύναι ταχέως αὐτάς. Οὐδὲν γὰρ οὕτως αὔξει φήμην πονηράν τε καὶ ἀγαθὴν ὡς τὸ πλῆθος τὸ ἄτακτον· ἀβασανίστως γὰρ καὶ ἀκούειν καὶ ἐκλαλεῖν εἰωθός, ἁπλῶς τὸ ἐπελθὸν ἅπαν φθέγγεται, τῆς ἀληθείας οὐδένα ποιούμενον λόγον. ∆ιὰ ταῦτα οὐ δεῖ τῶν πολλῶν καταφρονεῖν, ἀλλ' ἀρχομένας εὐθέως ἐκκόπτειν τὰς ὑποψίας τὰς πονηράς, πείθοντα τοὺς ἐγκαλοῦντας, κἂν ἀλογώτατοι πάντων εἶεν, καὶ μηδὲν ὅλως ἐλλείπειν τῶν δυναμένων ἀφανίσαι δόξαν οὐκ ἀγαθήν, ἢν δέ, πάντα ποιούντων ἡμῶν, μὴ θέλωσιν οἱ μεμφόμενοι πείθεσθαι, τὸ τηνικαῦτα καταφρονεῖν. Ὡς ἐὰν φθάσῃ τις ταπεινοῦσθαι τοῖς συμπτώμασι τούτοις, οὐ δυνήσεταί ποτε γενναῖόν τι καὶ θαυμαστὸν ἀποτεκεῖν-ἡ γὰρ ἀθυμία καὶ αἱ συνεχεῖς φροντίδες δειναὶ καταβαλεῖν ψυχῆς δύναμιν καὶ εἰς ἀσθένειαν καταγαγεῖν τὴν ἐσχάτην-, οὕτως οὖν χρὴ τὸν ἱερέα διακεῖσθαι πρὸς τοὺς ἀρχομένους ὥσπερ ἂν εἰ πατὴρ πρὸς παῖδας ἄγαν νηπίους διακέοιτο· καὶ καθάπερ ἐκείνων οὔτε ὑβριζόντων, οὔτε πληττόντων, οὔτε ὀδυρομένων ἐπιστρεφόμεθα, ἀλλ' οὐδὲ ἡνίκα ἂν γελῶσι καὶ προσχαίρωσιν ἡμῖν, μέγα