43
ποιεῖν καὶ ἑτέροις εἰς δόξαν Θεοῦ. Κεφάλ. ΙΕʹ. ΛΟΥΚΑΣ. Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ, ὅσα ἐποίησαν. ΠΡΑΞΕΙΣ. Πα ραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀπήγγειλαν ὅσα ὁ Θεὸς ἐποίησε μετ' αὐτῶν. ΠΡΟΣ ΕΦΕΣ. Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν. Ὅτι δεῖ μὴ μόνον τῶν παρόντων ἐπιμελεῖσθαι, ἀλ λὰ καὶ τῶν ἀπόντων· καὶ πάντα ποιεῖν ὡς ἂν ἀπαιτῇ ἡ χρεία τῆς οἰκοδομῆς. Κεφάλ. Ιʹ. ΙΩΑΝΝΗΣ. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. ΠΡΟΣ ΘΕΣΣ. αʹ. ∆ιὸ μηκέτι στέγοντες ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθή ναις μόνοι, καὶ ἐπέμψαμεν τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον, καὶ διάκονον τοῦ Θεοῦ ἐν τῷ Εὐαγγε λίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ πα ρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν. Ὅτι δεῖ τῶν προσκαλουμένων ἐπ' εὐεργεσίᾳ ἀνέχεσθαι. Κεφάλ. ΙΖʹ. ΜΑΤΘΑΙΟΣ. Ταῦτα αὐτοῦ λαλοῦντος, ἰδοὺ ἄρ χων εἰσελθὼν προσεκύνει αὐτῷ, λέγων, ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν, ἐπίθες τὴν χεῖρά σου ἐπ' αὐτὴν, καὶ ζήσεται. Καὶ ἐγερθεὶς ὁ Ἰησοῦς, ἠκολούθησεν αὐτῷ. ΠΡΑΞΕΙΣ. Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστει 31.832 λαν δύο ἄνδρας πρὸς αὐτὸν, παρακαλοῦντες, μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Ἀναστὰς δὲ ὁ Πέ τρος, συνῆλθεν αὐτοῖς. Ὅτι δεῖ τοὺς ὑποδεχομένους τὸν λόγον τῆς ἀληθείας ἐπιστηρίζειν δι' ἐπισκέψεως. Κεφάλ. ΙΗʹ. ΠΡΑΞΕΙΣ. Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· Ἐπιστρέψαντες δὴ ἐπισκεψώ μεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσιν. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσα μεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. ∆ιὸ ἐθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦ λος, καὶ ἅπαξ καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σα τανᾶς. Καὶ μετ' ὀλίγα· ∆ιὸ μηκέτι στέγοντες ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μό νοι· καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν, καὶ διάκονον τοῦ Θεοῦ ἐν τῷ Εὐαγγελίῳ τοῦ Χρι στοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε, ὅτι εἰς τοῦτο κείμεθα. Ὅτι ἴδιον τοῦ ἀγαπῶντος τὸν Κύριον τὸ, ἐν πολλῇ φιλοστοργίᾳ, τῇ περὶ τοὺς διδασκομένους, μετὰ πά σης σπουδῆς ἐπιμελεῖσθαι αὐτῶν παντὶ τρόπῳ, κἂν μέχρι θανάτου δέῃ προσκαρτεροῦντα τῇ διδασκα λίᾳ ἔν τε τῷ κοινῷ καὶ κατ' ἰδίαν. Κεφάλ. ΙΘʹ. ΙΩΑΝΝΗΣ. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐ τοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. ΙΩΑΝΝ. Ὃτε δὲ ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ· Ναὶ, Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾶς με; Λέγει αὐτῷ· Ναὶ, Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος, ὅτιεἶπεν αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. ΠΡΑΞΕΙΣ. Ἐν δὲ τῇ μιᾷ τῶν Σαββάτων, συνηγμένων τῶν μαθητῶν κλάσαι ἄρτον, ὁ Παῦ λος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύ ριον· παρέτεινε δὲ τὸν λόγον μέχρι μεσονυκτίου. Καὶ μετ' ὀλίγα· Ἀναβὰς δὲ, καὶ κλάσας ἄρτον, καὶ γευσάμενος, ἐφ' ἱκανόν τε ὁμιλήσας μέχρις αὐγῆς, ἐξῆλθεν ... Ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδά ξαι ὑμᾶς δημοσίᾳ καὶ κατ' οἴκους, διαμαρτυρόμε νος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύριον 31.833 ἡμῶν Ἰησοῦν ... ∆ιὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ,