1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

43

ἐπὶ τούτῳ φρονοῦμέν ποτε, οὕτω καὶ τούτων μήτε τοῖς ἐπαίνοις ἐξογκοῦσθαι, μήτε καταπίπτειν τοῖς ψόγοις ὅταν ἀκαίρως γίνωνται παρ' αὐτῶν. Χαλεπὸν δὲ τοῦτο, ὦ μακάριε, τάχα δέ, οἶμαι, καὶ ἀδύνατον· τὸ γὰρ μὴ χαίρειν ἐπαινούμενον, οὐκ οἶδα εἴ τινι ἀνθρώπων ποτὲ κατώρθωται, τὸν δὲ χαίροντα, εἰκὸς καὶ ἐπιθυμεῖν ἀπολαύειν αὐτῶν, τὸν δὲ ἀπολαύειν ἐπιθυμοῦντα, πάντως καὶ ἐν ταῖς τούτων ἀποτυχίαις ἀνιᾶσθαι καὶ ἀλγεῖν ἀνάγκη. Ὥσπερ γὰρ οἱ γανύμενοι τῷ πλουτεῖν, ἡνίκα ἂν καταπέσωσιν εἰς πενίαν, ἄχθονται καὶ οἱ τρυφᾶν εἰωθότες οὐκ ἂν ἀνάσχοιντο ζῆν εὐτελῶς, οὕτω καὶ οἱ τῶν ἐγκωμίων ἐρῶντες, οὐχ ὅταν ψέγωνται μόνον εἰκῇ, ἀλλὰ καὶ ὅταν μὴ ἐπαινῶνται συνεχῶς, καθάπερ λιμῷ τινι διαφθείρονται τὴν ψυχὴν καὶ μάλιστα ὅταν αὐτοῖς ἐντραφέντες τύχωσιν ἢ καὶ ἑτέρους ἐπαινουμένους ἀκούωσι. Τὸν δὲ μετὰ ταύτης τῆς ἐπιθυμίας εἰς τὸν τῆς διδασκαλίας ἀγῶνα παρελθόντα, πόσα πράγματα καὶ πόσας ἔχειν οἴει τὰς ἀλγηδόνας; Οὔτε τὴν θάλατταν ἔστι κυμάτων ἐκτὸς εἶναί ποτε, οὔτε τὴν ἐκείνου ψυχὴν φροντίδων καὶ λύπης. 5.5 εʹ. Ὅτι ὁ λόγους εἰδὼς πλείονος δεῖται σπουδῆς ἢ ὁ ἀμαθήσ Καὶ γὰρ ὅταν πολλὴν ἐν τῷ λέγειν δύναμιν ἔχῃ-τοῦτο δὲ ἐν ὀλίγοις εὕροι τις ἄν-, οὐδὲ οὕτω τοῦ πονεῖσθαι διηνεκῶς ἀπήλλακται· ἐπειδὴ γὰρ οὐ φύσεως ἀλλὰ μαθήσεως τὸ λέγειν, κἂν εἰς ἄκρον αὐτοῦ τις ἀφίκηται, τότε αὐτὸν ἀφίησιν ἔρημον, ἂν μὴ συνεχεῖ σπουδῇ καὶ γυμνασίᾳ ταύτην θεραπεύῃ τὴν δύναμιν, ὥστε τοῖς σοφωτέροις μᾶλλον ἢ τοῖς ἀμαθεστέροις μείζων ὁ πόνος· οὐδὲ γὰρ ὑπὲρ τῶν αὐτῶν ἡ ζημία ἀμελοῦσι τούτοις κἀκείνοις, ἀλλὰ τοσοῦτον αὕτη πλείων ὅσον καὶ τῆς κτήσεως ἑκατέρας τὸ μέσον. Κἀκείνοις μὲν οὐδ' ἂν ἐγκαλέσειέ τις, μηδὲν ἄξιον λόγου παρέχουσιν· οὗτοι δέ, εἰ μὴ μείζονα τῆς δόξης ἧς ἅπαντες ἔχουσι περὶ αὐτῶν ἀεὶ προφέροιεν, πολλὰ παρὰ πάντων ἕπεται τὰ ἐγκλήματα. Πρὸς δὲ τούτοις ἐκεῖνοι μὲν καὶ ἐπὶ μικροῖς μεγάλων ἂν τύχοιεν ἐπαίνων· τὰ δὲ τούτων, ἂν μὴ λίαν ᾖ θαυμαστὰ καὶ ἔκπληκτα, οὐ μόνον ἐγκωμίων ἐστέρηται, ἀλλὰ καὶ τοὺς μεμφομένους ἔχει πολλούς. Οὐ γὰρ τοῖς λεγομένοις, ὡς ταῖς τῶν λεγόντων δόξαις, κάθηνται δικάζοντες οἱ ἀκροαταί, ὥστε ὅταν κρατῇ τις ἁπάντων ἐν τῷ λέγειν, τότε μάλιστα πάντων αὐτῷ δεῖ πεπονημένης σπουδῆς· οὐδὲ γὰρ τοῦτο ὃ κοινὸν τῆς ἀνθρωπείας φύσεώς ἐστι, τὸ μὴ πάντα ἐπιτυγχάνειν, ἔξεστιν ἐκείνῳ παθεῖν, ἀλλ' ἂν μὴ δι' ὅλου συμφωνῇ τῷ μεγέθει τῆς ὑπολήψεως αὐτοῦ τὰ λεγόμενα, σκώμματα μυρία καὶ μέμψεις λαβὼν ἄπεισι παρὰ τῶν πολλῶν. Καὶ οὐδεὶς ἐκεῖνο λογίζεται πρὸς αὐτὸν ὅτι καὶ ἀθυμία προσπεσοῦσα καὶ ἀγωνία καὶ φροντίς, πολλάκις δὲ καὶ θυμὸς ἐπεσκότισε τῷ τῆς διανοίας καθαρῷ καὶ τὰ τικτόμενα οὐκ ἀφῆκε προελθεῖν εἰλικρινῆ, καὶ ὅτι ὅλως, ἄνθρωπον ὄντα, οὐκ ἔστι διὰ παντὸς εἶναι τὸν αὐτόν, οὐδὲ ἐν ἅπασιν εὐημερεῖν, ἀλλ' εἰκός ποτε καὶ διαμαρτεῖν καὶ ἐλάττονα τῆς οἰκείας δειχθῆναι δυνάμεως. Τούτων οὐδέν, ὅπερ ἔφην, ἐννοῆσαι βούλονται, ἀλλ' ὥσπερ ἀγγέλῳ δικάζοντες ἐπάγουσι τὰς αἰτίας. Καὶ ἄλλως δὲ πέφυκεν ἄνθρωπος τὰ μὲν κατορθώματα τοῦ πλησίον καὶ πολλὰ ὄντα καὶ μεγάλα παρορᾶν· ἢν δὲ ἐλάττωμά που φανῇ, κἂν τὸ τυχὸν ᾖ, κἂν διὰ πολλοῦ συμβεβηκός, καὶ ἐπαισθάνεται ταχέως καὶ ἐπιλαμβάνεται προχείρως καὶ μέμνηται διαπαντός, καὶ τὸ μικρὸν τοῦτο καὶ εὐτελὲς, τὴν τῶν πολλῶν καὶ μεγάλων ἠλάττωσε δόξαν πολλάκις. 5.6 ʹ. Ὅτι τῆς ἀλόγου τῶν πολλῶν ψήφου οὔτε πάντῃ καταφρονεῖν, οὔτε πάντῃ φροντίζειν δεῖ Ὁρᾷς, ὦ γενναῖε, ὅτι μάλιστα τῷ λέγειν δυναμένῳ πλείονος δεῖ τῆς σπουδῆς, πρὸς δὲ τῇ σπουδῇ καὶ ἀνεξικακίας τοσαύτης ὅσης οὐδὲ ἅπαντες ὅσους πρότερόν σοι διῆλθον ἐδέοντο· πολλοὶ γὰρ αὐτῷ συνεχῶς ἐπιφύονται μάτην καὶ εἰκῇ καὶ οὐδὲν ἔχοντες ἐγκαλεῖν πλὴν τοῦ παρὰ πᾶσιν εὐδοκιμεῖν ἀπεχθάνονται. Καὶ δεῖ