44
γενναίως φέρειν τὴν πικρὰν τούτων βασκανίαν· τὸ γὰρ ἐπάρατον τοῦτο μῖσος ὅπερ εἰκῇ συλλέγουσιν οὐ στέγοντες κρύπτειν, καὶ λοιδοροῦνται καὶ μέμφονται καὶ διαβάλλουσι λάθρᾳ καὶ πονηρεύονται φανερῶς. Ψυχὴ δὲ ἀρξαμένη καθ' ἕκαστον τούτων ἀλγεῖν καὶ παροξύνεσθαι οὐκ ἂν φθάσειε διαφθαρεῖσα τῇ λύπῃ· καὶ γὰρ οὐ δι' ἑαυτῶν αὐτὸν ἀμύνονται μόνον, ἀλλὰ καὶ δι' ἑτέρων τοῦτο ποιεῖν ἐπιχειροῦσι καὶ πολλάκις τινὰ τῶν οὐδὲν δυναμένων εἰπεῖν ἐκλεξάμενοι, τοῖς ἐπαίνοις ἐπαίρουσι καὶ θαυμάζουσιν ὑπὲρ τὴν ἀξίαν, οἱ μὲν μανίᾳ, οἱ δὲ καὶ ἀμαθίᾳ καὶ φθόνῳ τοῦτο ποιοῦντες, ἵνα τὴν δόξαν τούτου καθέλωσιν, οὐχ ἵνα δείξωσι θαυμαστὸν τὸν οὐκ ὄντα τοιοῦτον. Οὐ πρὸς τούτους δὲ μόνους ἐκείνῳ τῷ γενναίῳ ὁ ἀγών, ἀλλὰ καὶ πρὸς ἀπειρίαν ὅλου δήμου πολλάκις· ἐπειδὴ γὰρ οὐκ ἔνεστιν ἐξ ἐλλογίμων ἀνδρῶν συλλέγεσθαι τοὺς συνερχομένους ἅπαντας, ἀλλὰ τὸ πλέον τῆς Ἐκκλησίας μέρος ἐξ ἰδιωτῶν συνῆχθαι συμβαίνει, τοὺς δὲ λοιποὺς καὶ αὐτοὺς ἐκείνων μὲν εἶναι συνετωτέρους, τῶν δὲ λόγους κρῖναι δυναμένων λείπεσθαι πολλῷ πλέον ἢ ὅσον ἐκείνων οἱ λοιποὶ πάντες, ἕνα δὲ μόνον ἢ δεύτερον καθῆσθαι τὸν ταύτην κεκτημένον τὴν ἀρετήν, ἀνάγκη τὸν ἄμεινον εἰπόντα ἐλάττονας ἀπενέγκασθαι κρότους, ἔστι δὲ ὅτε μηδὲ ἐπαινεθέντα ἀπελθεῖν. Καὶ δεῖ πρὸς ταύτας γενναίως παρεσκευάσθαι τὰς ἀνωμαλίας, καὶ τοῖς μὲν δι' ἀμαθίαν ταῦτα πάσχουσι συγγινώσκειν, τοὺς δὲ διὰ φθόνον τοῦτο ὑπομένοντας δακρύειν ὡς ἀθλίους ὄντας καὶ ἐλεεινούς· μηδ' ἑτέρῳ δὲ τούτων ἐλάττω τὴν αὐτοῦ νομίζειν γεγενῆσθαι δύναμιν. Οὐδὲ γάρ, εἰ ζωγράφος ὢν ἄριστος καὶ πάντων κατὰ τὴν τέχνην κρατῶν, τὴν μετὰ πολλῆς τῆς ἀκριβείας ἀναγεγραμμένην εἰκόνα ὑπὸ τῶν τῆς τέχνης ἀπείρων σκωπτομένην ἑώρα, ἔδει καταπεσεῖν καὶ τῇ κρίσει τῶν οὐκ εἰδότων φαύλην ἡγεῖσθαι τὴν γραφήν, ὥσπερ οὐδὲ τὴν ὄντως φαύλην θαυμαστήν τινα καὶ ἐπέραστον ἀπὸ τῆς τῶν ἀτέχνων ἐκπλήξεως. 5.7 ζʹ. Ὅτι πρὸς τὸ τῷ Θεῷ ἀρέσκον μόνον δεῖ τοὺς λόγους ῥυθμίζειν Ὁ γὰρ ἄριστος δημιουργὸς αὐτὸς ἔστω καὶ κριτὴς τῶν αὐτοῦ τεχνημάτων καὶ καλὰ καὶ φαῦλα ταύτῃ τιθέσθω τὰ γινόμενα, ὅταν ὁ τεχνησάμενος αὐτὰ νοῦς ταύτας φέρῃ τὰς ψήφους, τὴν δὲ τῶν ἔξωθεν δόξαν, τὴν πεπλανημένην καὶ ἄτεχνον μηδὲ εἰς νοῦν βαλέσθω ποτέ. Μὴ τοίνυν μήτε ὁ τῆς διδασκαλίας ἀναδεξάμενος τὸν ἀγῶνα ταῖς τῶν ἔξωθεν εὐφημίαις προσεχέτω, μηδὲ ἀπὸ τούτων τὴν ἑαυτοῦ καταβαλλέτω ψυχήν, ἀλλ' ἐργαζόμενος τοὺς λόγους ὡς ἂν ἀρέσειε τῷ Θεῷ-οὗτος γὰρ αὐτῷ κανὼν καὶ ὅρος ἔστω μόνος τῆς ἀρίστης δημιουργίας ἐκείνων, μὴ κρότοι, μηδὲ εὐφημίαι-, εἰ μὲν ἐπαινοῖτο καὶ παρὰ τῶν ἀνθρώπων, μὴ διακρουέσθω τὰ ἐγκώμια, μὴ παρεχόντων δὲ αὐτὰ τῶν ἀκροατῶν, μὴ ζητείτω, μηδὲ ἀλγείτω· ἱκανὴ γὰρ αὐτῷ παραμυθία τῶν πόνων καὶ πάντων μείζων, ὅταν ἑαυτῷ συνειδέναι δύνηται πρὸς ἀρέσκειαν τοῦ Θεοῦ συντιθεὶς καὶ ῥυθμίζων τὴν διδασκαλίαν. 5.8 ηʹ. Ὅτι ὁ μὴ καταφρονῶν ἐπαίνων πολλὰ ὑποστήσεται δεινά Καὶ γὰρ ἂν φθάσῃ τῇ τῶν ἀλόγων ἐπαίνων ἐπιθυμίᾳ ἁλῶναι, οὐδὲν αὐτῷ τῶν πολλῶν πόνων ὄφελος, οὐδὲ τῆς ἐν τῷ λέγειν δυνάμεως· τὰς γὰρ ἀνοήτους τῶν πολλῶν καταγνώσεις μὴ δυναμένη φέρειν ψυχὴ ἐκλύεται καὶ τὴν περὶ τὸ λέγειν ῥίπτει σπουδήν. ∆ιὰ τοῦτο χρὴ μάλιστα πάντων πεπαιδεῦσθαι ἐπαίνων ὑπερορᾶν· οὐ γὰρ ἀρκεῖ τὸ λέγειν εἰδέναι πρὸς τὴν ταύτης τῆς δυνάμεως φυλακήν, ἂν μὴ καὶ τοῦτο προσῇ. Εἰ δέ τις ἀκριβῶς ἐξετάζειν ἐθέλοι καὶ τὸν ἐν ἐνδείᾳ καθεστῶτα ταύτης τῆς ἀρετῆς, εὑρήσει δεόμενον τοῦ τῶν ἐπαίνων καταφρονεῖν οὐχ ἧττον ἢ τοῦτον. Καὶ γὰρ πολλὰ ἁμαρτάνειν ἀναγκασθήσεται, τῆς τῶν πολλῶν δόξης ἥττων γενόμενος· ἀτονῶν γὰρ ἐξισωθῆναι τοῖς εὐδοκιμοῦσι κατὰ τὴν τοῦ λέγειν ἀρετήν, ἐπιβουλεύειν τε καὶ διαφθονεῖσθαι αὐτοῖς καὶ