45
ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι. Ὅτι οὐ δεῖ τὸν προεστῶτα τοῦ λόγου εἰς τὴν κατὰ τῶν ὑποκειμένων ὕβριν ἀποκεχρῆσθαι τῇ ἐξουσίᾳ· οὐ μὴν οὐδὲ κατεπαίρεσθαι αὐτῶν· ἀλλὰ μᾶλλον ὑπόθεσιν τῆς πρὸς αὐτοὺς ταπεινοφροσύνης τὸν βαθμὸν ἔχειν. Κεφάλ. Κ∆ʹ. ΜΑΤΘΑΙΟΣ. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκίας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς ἐν καιρῷ τὴν τροφήν, Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ κατα στήσει αὐτόν. Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖ νος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ τε καὶ πίνῃ μετὰ τῶν μεθυόν 31.837 των· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει· καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. ΙΩΑΝΝΗΣ. Ὑμεῖς φωνεῖτέ με, ὁ Κύριος, καὶ ὁ ∆ιδάσκαλος, καὶ ἀληθῶς λέ γετε· εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ἔνιψα τοὺς πόδας ὑμῶν, ὁ Κύριος, καὶ ὁ ∆ιδάσκαλος, καὶ ὑμεῖς ὀφεί λετε ἀλλήλων νίπτειν τοὺς πόδας. ΛΟΥΚΑΣ. Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ, τίς αὐ τῶν μείζων δοκεῖ εἶναι. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται· ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλ' ὁ μείζων ἐν ὑμῖν γενέ σθω ὡς νεώτερος, καὶ ὁ ἡγούμενος, ὡς ὁ διακονῶν. Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; Οὐχ ὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν, ὡς ὁ διακονῶν. ΠΡΑΞΕΙΣ. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας· ὡς δὲ παρ εγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπ ίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ' ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ' ὑμῶν τὸν πάντα χρό νον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης, καὶ πολλῶν δακρύων καὶ πει ρασμῶν, τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. Ἀνέχεσθε γὰρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει. Κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν ἐν τῷ μέρει τούτῳ. Ὅτι οὐ δεῖ κατ' ἔριν, ἢ φθόνον, ἢ φιλονεικίαν τὴν πρός τινας, κηρύσσειν τὸ Εὐαγγέλιον. Κεφάλ. ΚΕʹ. ΜΑΤΘΑΙΟΣ. Ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτὸν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. Οὐκ ἐρίσει, οὐδὲ κραυγά σει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. ΠΡΟΣ ΦΙΛΙΠΠ. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ μὲν ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι· οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου. Ὅτι οὐ δεῖ τοῖς ἀνθρωπίνοις πλεονεκτήμασι κεχρῆ σθαι εἰς τὸ κήρυγμα τοῦ Εὐαγγελίου, ἵνα μὴ ἐγ κρύπτηται αὐτοῖς ἡ τοῦ Θεοῦ χάρις. Κεφάλ. Κʹ. ΜΑΤΘΑΙΟΣ. Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα 31.840 ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας. αὐτὰ νηπίοις. ΠΡΟΣ ΚΟΡ. αʹ. Οὐ γὰρ ἀπέστειλέ με ὁ Χριστὸς βαπτίζειν, ἀλλ' εὐαγγελίζεσθαι· οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χρι στοῦ. Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοὶ, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου, ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦ τον ἐσταυρωμένον. Κἀγὼ ἐν ἀσθενείᾳ, καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς· καὶ ὁ λόγος μου, καὶ τὸ κήρυγμά μου οὐκ ἐν πιθανοῖς ἀνθρω πίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως· ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει Θεοῦ. Ὅτι οὐ δεῖ οἴεσθαι τὴν εὐοδίαν τοῦ κηρύγματος ἐν ἰδίαις ἐπινοίαις κατεργάζεσθαι· τὸ δὲ ὅλον