1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

45

μέμφεσθαι μάτην καὶ πολλὰ τοιαῦτα ἀσχημονεῖν οὐ παραιτήσεται, ἀλλὰ πάντα τολμήσει, κἂν τὴν ψυχὴν ἀπολέσαι δέῃ, ὑπὲρ τοῦ τὴν ἐκείνων δόξαν εἰς τὴν τῆς ἰδίας εὐτελείας καταγαγεῖν ταπεινότητα. Πρὸς δὲ τούτοις καὶ τῶν ἱδρώτων ἀποστήσεται τῶν περὶ τὸ πονεῖν, νάρκης ὥσπερ τινὸς κατασκεδασθείσης αὐτοῦ τῆς ψυχῆς· τὸ γὰρ πολλὰ μοχθοῦντα ἐλάττονα καρποῦσθαι ἐγκώμια ἱκανὸν καταβαλεῖν καὶ τρέψαι πρὸς ὕπνον βαθὺν τὸν οὐ δυνάμενον ἐγκωμίων καταφρονεῖν, ἐπεὶ καὶ γεωργός, ὅταν εἰς λεπτόγειον κάμνῃ χωρίον καὶ πέτρας ἀναγκάζηται γεωργεῖν, ταχέως ἀφίσταται τοῦ πονεῖν, ἢν μὴ πολλὴν περὶ τὸ πρᾶγμα κεκτημένος ᾖ τὴν προθυμίαν ἢ λιμοῦ δέος ἐπικείμενον ἔχῃ. Εἰ γὰρ οἱ μετὰ πολλῆς τῆς ἐξουσίας δυνάμενοι λέγειν τοσαύτης δέονται τῆς γυμνασίας πρὸς τὴν τῆς κτήσεως φυλακήν, ὁ μηδὲν ὅλως συναγαγών, ἀλλ' ἐν τοῖς ἀγῶσιν ἀναγκαζόμενος μελετᾶν, πόσην ὑποστήσεται τὴν δυσχέρειαν, πόσον θόρυβον, πόσην ταραχήν, ἵνα πολλῷ τῷ μόχθῳ μικρόν τι συναγαγεῖν δυνηθῇ; Ἂν δέ τις καὶ τῶν μετ' αὐτὸν τεταγμένων καὶ τὴν ἐλάττω τάξιν λαχόντων, ἐν τῷ μέρει τούτῳ μᾶλλον ἐκείνου διαφανῆναι δυνηθῇ, θείας τινὸς δεῖ ψυχῆς ἐνταῦθα ὥστε μὴ ἁλῶναι βασκανίᾳ, μηδὲ ὑπὸ ἀθυμίας καταπεσεῖν· τὸ γὰρ ὑπὸ τῶν ἐλαττόνων παρευημερεῖσθαι αὐτὸν ἐν ἀξιώματι καθεστῶτα μείζονι καὶ φέρειν γενναίως, οὐ τῆς τυχούσης, οὐδὲ τῆς ἡμετέρας, ἀλλά τινος ἀδαμαντίνης ἂν εἴη ψυχῆς. Κἂν μὲν ἐπιεικὴς ᾖ καὶ μέτριος ἄγαν ὁ παρευδοκιμῶν, φορητὸν ὁπωσοῦν γίνεται τὸ πάθος· ἂν δὲ καὶ θρασὺς καὶ ἀλαζὼν καὶ φιλόδοξος, θάνατον ἐκείνῳ καθ' ἑκάστην εὐκτέον ἡμέραν, οὕτως αὐτῷ πικρὰν καταστήσει τὴν ζωήν, ἐπεμβαίνων φανερῶς, καταμωκώμενος λάθρᾳ, τῆς ἐξουσίας πολλὰ παρασπῶν τῆς ἐκείνου, πάντα αὐτὸς εἶναι βουλόμενος. Μεγίστην δὲ ἐν ἅπασι τούτοις ἀσφάλειαν τὴν ἐν τῷ λέγειν κέκτηται παρρησίαν καὶ τὴν τοῦ πλήθους περὶ αὐτὸν σπουδὴν καὶ τὸ φιλεῖσθαι παρὰ τῶν ἀρχομένων ἁπάντων. Ἢ οὐκ οἶδας ὅσος ταῖς τῶν χριστιανῶν ψυχαῖς λόγων ἔρως εἰσεκώμασε νῦν καὶ ὅτι μάλιστα πάντων οἱ τούτους ἀσκοῦντες ἐν τιμῇ, οὐ παρὰ τοῖς ἔξωθεν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς τῆς πίστεως οἰκείοις; Πῶς οὖν ἄν τις ἐνέγκοι τοσαύτην αἰσχύνην, ὅταν αὐτοῦ μὲν φθεγγομένου πάντες σιγῶσι καὶ διενοχλεῖσθαι νομίζωσι καὶ τοῦ λόγου τὸ τέλος ὥσπερ τινα πόνων ἀνάπαυσιν περιμένωσι, θατέρου δὲ καὶ μακρὰ λέγοντος μετὰ μακροθυμίας ἀκούωσι καὶ παύσεσθαι μέλλοντος δυσχεραίνωσι καὶ σιγᾶν βουλομένου παροξύνωνται; Ταῦτα γὰρ εἰ καὶ μικρά σοι δοκεῖ νῦν εἶναι καὶ εὐκαταφρόνητα, διὰ τὸ ἀπείρατον, ἀλλ' ἱκανά γέ ἐστι προθυμίαν σβέσαι καὶ ψυχῆς παραλῦσαι δύναμιν, ἢν μὴ πάντων τις ἑαυτὸν τῶν ἀνθρωπίνων ἀνασπάσας παθῶν, ὁμοίως ταῖς ἀσωμάτοις μελετήσῃ διακεῖσθαι δυνάμεσιν αἳ μήτε φθόνῳ, μήτε δόξης ἔρωτι, μήτε ἑτέρῳ τινὶ τοιούτῳ θηρῶνται νοσήματι. Εἰ μὲν οὖν τίς ἐστιν ἀνθρώπων τοιοῦτος ὡς δύνασθαι τὸ δυσθήρατον τοῦτο καὶ ἀκαταγώνιστον καὶ ἀνήμερον θηρίον, τὴν τῶν πολλῶν δόξαν, καταπατεῖν καὶ τὰς πολλὰς αὐτῆς ἐκτεμεῖν κεφαλάς, μᾶλλον δὲ μηδὲ φῦναι τὴν ἀρχὴν συγχωρεῖν, δυνήσεται εὐκόλως καὶ τὰς πολλὰς ταύτας ἀποκρούεσθαι προσβολὰς καὶ εὐδίου τινὸς ἀπολαύειν λιμένος· ταύτης δὲ οὐκ ἀπηλλαγμένος πόλεμόν τινα πολυειδῆ καὶ θόρυβον συνεχῆ καὶ ἀθυμίας καὶ τῶν λοιπῶν παθῶν τὸν ὄχλον κατασκεδάζει τῆς ἑαυτοῦ ψυχῆς. Τί δεῖ τὰς λοιπὰς καταλέγειν δυσκολίας ἃς οὔτε εἰπεῖν οὔτε μαθεῖν δυνήσεταί τις, μὴ ἐπὶ τῶν πραγμάτων γενόμενος αὐτῶν;