1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

46

6.1 ΛΟΓΟΣ ʹ αʹ. Ὅτι καὶ ταῖς εὐθύναις τῶν ἑτέροις ἁμαρτανομένων ὑπόκεινται οἱ ἱερεῖσ Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα οἷάπερ ἤκουσας· τὰ δὲ ἐκεῖ πῶς οἴσομεν, ὅταν καθ' ἕκαστον τῶν πιστευθέντων ἀναγκαζώμεθα τὰς εὐθύνας ὑπέχειν; Οὐ γὰρ μέχρις αἰσχύνης ἡ ζημία, ἀλλὰ καὶ αἰώνιος ἐκδέχεται κόλασις. Τὸ γὰρ «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν», εἰ καὶ πρότερον εἶπον, ἀλλ' οὐδὲ νῦν σιωπήσομαι· ὁ γὰρ φόβος ταύτης τῆς ἀπειλῆς συνεχῶς κατασείει μου τὴν ψυχήν. Εἰ γὰρ τῷ μόνον ἕνα σκανδαλίζοντι καὶ ἐλάχιστον συμφέρει ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ εἰς τὴν θάλατταν καὶ πάντες οἱ τὴν συνείδησιν τῶν ἀδελφῶν τύπτοντες εἰς αὐτὸν ἁμαρτάνουσι τὸν Χριστόν, οἱ μὴ μόνον ἕνα καὶ δύο καὶ τρεῖς, ἀλλὰ πλήθη τοσαῦτα ἀπολλύντες, τί ποτε ἆρα πείσονται καὶ ποίαν δώσουσι δίκην; Οὐδὲ γὰρ ἀπειρίαν ἔστιν αἰτιάσασθαι, οὐδὲ εἰς ἄγνοιαν καταφυγεῖν, οὐδὲ ἀνάγκην προβαλέσθαι καὶ βίαν, ἀλλὰ θᾶττον ἄν τις τῶν ἀρχομένων, εἴ γε ἐνῆν, ἐν ταῖς οἰκείαις ἁμαρτίαις ἐχρήσατο ταύτῃ τῇ καταφυγῇ ἢ ἐν ταῖς ἑτέρων οἱ προεστῶτες. Τί δή ποτε; Ὅτι ὁ ταχθεὶς τὰς τῶν ἄλλων ἀγνοίας ἐπανορθοῦν καὶ τὸν διαβολικὸν πόλεμον προμηνύειν ἐρχόμενον οὐ δυνήσεται προβαλέσθαι τὴν ἄγνοιαν, οὐδὲ εἰπεῖν· Οὐκ ἤκουσα τῆς σάλπιγγος, οὐ προῄδειν τὸν πόλεμον. Ἐπὶ τούτῳ γὰρ ἐκάθισεν, ὡς ὁ Ἰεζεκιήλ φησιν, ἵνα καὶ τοῖς ἄλλοις σαλπίζῃ καὶ προμηνύῃ τὰ μέλλοντα δυσχερῆ. Καὶ διὰ τοῦτο ἀπαραίτητος ἡ κόλασις, κἂν εἷς ὢν ὁ ἀπολωλὼς τύχῃ· «ἐὰν γὰρ τῆς ῥομφαίας ἐρχομένης μὴ σαλπίσῃ τῷ λαῷ, μηδὲ σημάνῃ, φησίν, ὁ σκοπὸς καὶ ἐλθοῦσα ἡ ῥομφαία λάβῃ ψυχήν, αὐτὴ μὲν διὰ τὴν ἀνομίαν αὐτῆς ἐλήφθη, τὸ δὲ αἷμα αὐτῆς ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω.» 6.2 βʹ. Ὅτι τῶν μοναζόντων ἀκριβείας δέονται πλείονοσ Παῦσαι τοίνυν ἡμᾶς ὠθῶν εἰς οὕτως ἄφυκτον δίκην· οὐ γὰρ ὑπὲρ στρατηγίας οὐδὲ βασιλείας ἡμῖν ὁ λόγος, ἀλλ' ὑπὲρ πράγματος ἀγγελικῆς ἀρετῆς δεομένου. Καὶ γὰρ τῶν ἀκτίνων αὐτῶν καθαρωτέραν τῷ ἱερεῖ τὴν ψυχὴν εἶναι δεῖ ἵνα μή ποτε αὐτὸν ἔρημον καταλιμπάνῃ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα δύνηται λέγειν· «Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαρρεῖν τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες ἵνα μετὰ παρρησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται, πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν καὶ ἀσινὲς τὸ πνευματικὸν τηρῆσαι κάλλος; Καὶ γὰρ πολλῷ μείζονος αὐτῷ δεῖ καθαρότητος ἢ ἐκείνοις καὶ ᾧ μείζονος δεῖ, οὗτος πλείοσιν ἀνάγκαις ἐκείνων ὑπόκειται ταῖς δυναμέναις αὐτὸν ῥυποῦν, ἢν μὴ τῇ διηνεκεῖ νήψει καὶ τῷ πολλῷ τόνῳ χρησάμενος ἄβατον αὐταῖς ἐργάσηται τὴν ψυχήν. Καὶ γὰρ προσώπων εὐμορφία καὶ κινημάτων διάθρυψις καὶ βαδίσεως ἐπιτήδευσις καὶ φωνῆς διάκλασις καὶ ὀφθαλμῶν ὑπογραφαὶ καὶ παρειῶν ἐπιγραφαὶ καὶ πλεγμάτων συνθέσεις καὶ τριχῶν βαφαὶ καὶ ἱματίων πολυτέλεια καὶ χρυσίων ποικιλία καὶ λίθων κάλλος καὶ μύρων εὐοδμία καὶ τἄλλα πάντα ἃ τὸ γυναικεῖον ἐπιτηδεύει γένος, ἱκανὰ θορυβῆσαι ψυχήν, ἢν μὴ πολλῇ τῇ τῆς σωφροσύνης αὐστηρότητι ἀπεσκληκυῖα τύχῃ. Ἀλλὰ τὸ μὲν ὑπὸ τούτων ταράττεσθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ διὰ τῶν τούτοις ἐναντίων δύνασθαι βάλλειν τὸν διάβολον