46
γένηται. Ἐπειδὴ γὰρ ἠρώτησαν καὶ διδασκάλους ἔσχον τοὺς ἐχθροὺς, φαίνεται πάλιν αὐτοῖς. Καὶ σκόπει ἀκολουθίαν ἀρίστην γινομένην. Ἀπὸ μὲν γὰρ τοῦ ἀστέρος δέχεται αὐτοὺς ὁ τῶν Ἰουδαίων δῆμος καὶ ὁ βασιλεὺς, καὶ τὸν προφήτην εἰσάγουσι διδάσκοντα τὸ φαινόμενον. Ἀπὸ δὲ τοῦ προφήτου πάλιν ἄγγελος αὐτοὺς παραλαβὼν πάντα ἐδίδαξε· τέως δὲ ἀπὸ Ἱεροσολύμων εἰς Βηθλεὲμ διὰ τοῦ ἀστέρος βαδίζουσιν· ὁ γὰρ ἀστὴρ πάλιν κἀκεῖθεν συνώδευσεν· ἵνα μάθῃς κἀντεῦθεν, ὅτι οὐ τῶν πολλῶν εἷς ἦν οὗτος· οὐδὲ γὰρ ἔχει ταύτην τὴν φύσιν ἀστὴρ οὐδὲ εἷς. Καὶ οὐχ ἁπλῶς ἐβάδιζεν, ἀλλὰ προῆγεν αὐτοὺς ἕλκων καὶ χειραγωγῶν ἐν ἡμέρᾳ μέσῃ. δʹ. Καὶ τί τοῦ ἀστέρος τούτου ἔδει, φησὶ, λοιπὸν τοῦ χωρίου γνωρισθέντος; Ἵνα καὶ τὸ παιδίον ὀφθῇ. Οὐδὲ γὰρ ἦν τι τὸ δηλοῦν αὐτό· ἐπειδὴ οὐδὲ ἡ οἰκία περιφανὴς ἦν, οὔτε ἡ μήτηρ λαμπρὰ καὶ ἐπίσημος. Ἔδει τοίνυν τοῦ ἀστέρος τοῦ ἐπιστήσοντος αὐτοὺς τῷ τόπῳ. ∆ιὸ καὶ ἀπὸ Ἱεροσολύμων ἐξελθοῦσι φαίνεται, καὶ οὐ πρότερον ἵσταται, ἕως τὴν φάτνην κατέλαβε. Καὶ θαῦμα συνήπτετο θαύματι· καὶ γὰρ ἀμφότερα παράδοξα ἦν, καὶ τὸ τοὺς μάγους προσκυνεῖν, καὶ τὸ τὸν ἀστέρα προάγειν, καὶ ἱκανὰ καὶ τοὺς σφόδρα λιθίνους ἐπισπάσασθαι. Εἰ μὲν γὰρ εἶπον οἱ μάγοι, ὅτι προφητῶν ἤκουσαν ταῦτα λεγόντων, ἢ ὅτι ἄγγελοι κατ' ἰδίαν αὐτοῖς διελέχθησαν, κἂν ἠπιστήθησαν· νῦν δὲ τῆς ὄψεως τοῦ ἀστέρος ἄνωθεν φαινομένης, καὶ οἱ σφόδρα ἀναισχυντοῦντες ἐπεστομίζοντο. Εἶτα ἐπειδὴ ἐπέστη τῷ παιδίῳ, ἔστη πάλιν ὁ ἀστήρ· ὅπερ καὶ αὐτὸ μείζονος δυνάμεως ἣ κατὰ ἀστέρα ἦν, τὸ νῦν μὲν κρύπτεσθαι, νῦν δὲ φαίνεσθαι, καὶ φανέντα ἵστασθαι. Ἐντεῦθεν κἀκεῖνοι προσθήκην πίστεως ἐλάμβανον. ∆ιὰ τοῦτο καὶ ἐχάρησαν, ὅτι τὸ ζητούμενον εὗρον, ὅτι ἄγγελοι ἀληθείας γεγόνασιν, ὅτι οὐκ εἰκῆ τοσαύτην ἦλθον ὁδόν· οὕτω πολύν τινα πόθον περὶ τὸν Χριστὸν εἶχον. Καὶ γὰρ ἐλθὼν κατ' αὐτῆς ἔστη τῆς κεφαλῆς, δεικνὺς ὅτι θεῖόν ἐστι τὸ γέννημα· καὶ σταθεὶς, ἐπὶ τὴν προσκύνησιν ἄγει, οὐχ ἁπλῶς βαρβάρους, ἀλλὰ τοὺς σοφωτέρους παρ' ἐκείνοις. Ὁρᾷς ὅτι εἰκότως ἀστὴρ ἐφάνη; Καὶ γὰρ μετὰ τὴν προφητείαν, καὶ μετὰ τὴν τῶν ἀρχιερέων καὶ γραμματέων ἐξήγησιν, ἔτι τούτῳ προσεῖχον. Αἰσχυνέσθω Μαρκίων, αἰσχυνέσθω Παῦλος ὁ Σαμοσατεὺς, μὴ βουληθέντες ἰδεῖν ἅπερ οἱ μάγοι εἶδον, οἱ τῆς Ἐκκλησίας πρόγονοι· οὐδὲ γὰρ αἰσχύνομαι οὕτως αὐτοὺς καλῶν. Αἰσχυνέσθω Μαρκίων, ὁρῶν Θεὸν ἐν σαρκὶ προσκυνούμενον. Αἰσχυνέσθω Παῦλος. ὁρῶν οὐχ ὡς ἄνθρωπον προσκυνούμενον ἁπλῶς. Ἀλλ' ὅτι μὲν ἐν σαρκὶ, τὰ σπάργανα δείκνυσι καὶ ἡ φάτνη· ὅτι δὲ οὐχ ὡς ψιλὸν ἄνθρωπον προσεκύνουν, δηλοῦσιν ἐν ἀώρῳ τῆς ἡλικίας τοιαῦτα δῶρα προσάγοντες, ἃ Θεῷ προσάγειν εἰκὸς ἦν. Αἰσχυνέσθωσαν μετ' αὐτῶν 57.78 καὶ Ἰουδαῖοι, βαρβάρους καὶ μάγους ὁρῶντες αὐτοὺς φθάνοντας, καὶ οὐδὲ μετ' ἐκείνους ἐλθεῖν ἀνεχόμενοι. Καὶ γὰρ τύπος ἦν τῶν μελλόντων τὰ τότε γινόμενα καὶ ἐξ αὐτῶν τῶν προοιμίων ἐδηλοῦτο, ὅτι φθάσει τὸν δῆμον τὸν ἐκείνων τὰ ἔθνη. Καὶ πῶς, φησὶν, οὐκ ἐξ ἀρχῆς, ἀλλὰ μετὰ ταῦτα ἔλεγε· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη; Ὅτι τοῦ μέλλοντος, ὅπερ ἔφην, γίνεσθαι τύπος ἦν τὸ συμβαῖνον, καὶ προαναφώνησίς τις. Τὸ μὲν γὰρ ἀκόλουθον ἦν, Ἰουδαίους προσελθεῖν πρώτους· ἐπειδὴ δὲ ἑκόντες προὔδωκαν τὴν οἰκείαν εὐεργεσίαν, ἀντιστρόφως τὰ πράγματα γέγονεν. Ἐπεὶ οὐδὲ ἐνταῦθα πρὸ τῶν Ἰουδαίων ἔδει τοὺς μάγους ἐλθεῖν· οὐδὲ τοὺς ἐκ τοσούτου διαστήματος προλαβεῖν τοὺς παρ' αὐτὴν τὴν πόλιν καθημένους· οὐδὲ τοὺς οὐδὲν ἀκηκοότας φθάσαι τοὺς προφητείαις συντραφέντας τοσαύταις. Ἐπειδὴ δὲ μεθ' ὑπερβολῆς τὰ οἰκεῖα ἠγνόησαν καλὰ, οἱ ἀπὸ Περσίδος τοὺς ἐν Ἱεροσολύμοις προλαμβάνουσιν· ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν· Ὑμῖν ἀναγκαῖον ἦν πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Κυρίου· ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Εἰ γὰρ καὶ μὴ πρὸ τούτου ἐπείθοντο, παρὰ γοῦν τῶν μάγων ἀκούσαντας ἔδει δραμεῖν· ἀλλ' οὐκ ἠθέλησαν· διὰ τοῦτο, καθευδόντων ἐκείνων, οὗτοι προτρέχουσιν. εʹ. Ἀκολουθήσωμεν τοίνυν καὶ ἡμεῖς τοῖς μάγοις, καὶ τῆς βαρβάρου συνηθείας