1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

47

μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τῶν λόγων ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἐκείνης, ἢ τῆς πόλεως, ἐκτινάξατε τὸν κονιορ τὸν ἀπὸ τῶν ποδῶν ὑμῶν. ΛΟΥΚΑΣ. Εἰς ἣν δ' ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέξωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς, εἴπατε· Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἀπὸ τῆς πόλεως ὑμῶν ἀποματτόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. ΠΡΑΞΕΙΣ. Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰου δαίοις εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἀντι- τασσομένων δὲ αὐτῶν, καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· ἀθῶος ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. Ὅτι δεῖ τῶν μετὰ τὸ πληρωθῆναι εἰς αὐτοὺς πάντα τρόπον ἐπιμελείας ἀπειθούντων ἀναχωρεῖν. Κεφάλ. λεʹ. ΜΑΤΘΑΙΟΣ. Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέ λησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας αὑτῆς, καὶ οὐκ ἠθελήσατε! Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. ΠΡΑΞΕΙΣ. Ὑμῖν ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. ΠΡΟΣ ΤΙΤ. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς, ὅτι ἐξ έστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκα τάκριτος. Ὅτι πρὸς πάντας ἐν παντὶ πράγματι φυλάσσειν δεῖ τὴν ἀκρίβειαν τῶν τοῦ Κυρίου ῥημάτων, μηδὲν ποιοῦντα κατὰ πρόσκλισιν. Κεφάλ. λʹ. ΠΡΟΣ ΤΙΜ. αʹ. ∆ιαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου μετὰ περισκέ ψεως καὶ δοκιμασίας πολλῆς, κατὰ σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, ἕκαστον ποιεῖν τε καὶ 31.845 λέγειν, ὡς ὀφείλοντα καὶ ὑπ' αὐτῶν τῶν πεπι στευμένων αὐτῷ δοκιμάζεσθαί τε καὶ μαρτυ ρεῖσθαι. Κεφάλ. λζʹ. ΠΡΑΞΕΙΣ. Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέ ρας, ἀφ' ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ' ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης, καὶ πολλῶν δακρύων καὶ πειρασμῶν. Καὶ μετ' ὀλίγα· Ἀργυρίου, ἢ χρυσίου, ἢ ἱματισμοῦ οὐδενὸς ἐπ εθύμησα. Αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Ὑμεῖς μάρτυρες, καὶ ὁ Θεὸς, ὡς ὁσίως, καὶ δικαίως, καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ ὑμεῖς οἴδατε.

ΟΡΟΣ ΟΑʹ. Ὅσα κατὰ συνάφειαν εἴρηται περὶ ἐπισκόπων καὶ πρεσβυτέρων. Κεφάλ. αʹ. ΠΡΟΣ ΤΙΜ. αʹ. Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.

Ἀλλὰ δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΤΙΜ. αʹ. Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφοὺς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς, ἐν πάσῃ ἀγνείᾳ. ΠΡΟΣ ΤΙΜ. βʹ. Τὰς δὲ νεωτερικὰς ἐπι θυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς, ὅτι γεν νῶσι μάχας. ∆οῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΤΙΜ. βʹ. Σὺ δὲ παρηκολούθηκάς μου τῇ πίστει, τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν. ΠΡΟΣ ΤΙΤ. Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃς, καὶ κατα στήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τις ἐστὶν ἀνέγκλητος, καὶ τὰ ἑξῆς. Κεφάλ. βʹ. -Περὶ διακόνων. ΠΡΑΞΕΙΣ. Καὶ