1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

49

οἱ ἐν πάθει ἀνθρωπαρεσκείας ἐπιείκειαν ὑποκρινόμενοι, καὶ μὴ ἐλέγχοντες τοὺς ἁμαρτάνοντας, τὸ ὅλον ζημιοῦσι, καὶ εἰς αὐτὴν τὴν ἀληθινὴν ζωὴν ἐπι βουλεύουσιν. Κεφάλ. ʹ. ΜΑΤΘΑΙΟΣ. Ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. ΠΡΟΣ ΚΟΡ. αʹ. Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. ΠΡΟΣ ΚΟΡ. βʹ. Ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς, νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμε ταμέλητον κατεργάζεται. ΠΡΟΣ ΤΙΤ. ∆ι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει.

ΟΡΟΣ ΟΓʹ. Ὅτι οὐ δεῖ ἄνδρα ἀπὸ γυναικὸς, ἢ γυναῖκα ἀπὸ ἀνδρὸς χωρίζεσθαι,

εἰ μή τις ἂν ἐπὶ πορνείᾳ ἁλῷ, ἢ εἰς τὴν θεοσέβειαν κωλύηται. Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Ἐῤῥήθη δὲ, ὅτι ὃς ἂν ἀπολύσῃ 31.852 τὴν γυναῖκα

αὑτοῦ, δότω αὐτῇ ἀποστάσιον. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὑτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι· καὶ ὃς ἐὰν ἀπολελυμένην γα μήσῃ, μοιχᾶται. ΛΟΥΚΑΣ. Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής. ΜΑΤΘΑΙΟΣ. Λέγω δὲ ὑμῖν, ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὑτοῦ, εἰ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοι χᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας, μοιχᾶται. ΠΡΟΣ ΚΟΡ. αʹ. Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρίζεσθαι· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. Ὅτι οὐκ ἔξεστι τῷ ἀπολύσαντι τὴν ἑαυτοῦ γυναῖκα, γαμεῖν ἄλλην, οὔτε τὴν ἀπολελυμένην ἀπὸ ἀνδρὸς, ἑτέρῳ γαμεῖσθαι. Κεφάλ. βʹ. ΜΑΤΘΑΙΟΣ. Λέγω δὲ ὑμῖν, ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὑτοῦ, εἰ μὴ ἐπὶ πορνείᾳ, καὶ γα μήσῃ ἄλλην, μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας, μοιχᾶται. Ὅτι δεῖ τοὺς ἄνδρας ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖ κας, ἀγάπην ἣν ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλη σίαν, παραδοὺς ἑαυτὸν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ. Κεφάλ. γʹ. ΠΡΟΣ ΕΦΕΣ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν ἠγάπησε, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι. Καὶ μετ' ὀλίγα· Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυ τῶν σώματα, καὶ τὰ ἑξῆς. Ὅτι δεῖ τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀν δράσιν, ὡς καὶ ἡ Ἐκκλησία τῷ Χριστῷ, ποιούσας τὸ θέλημα τοῦ Θεοῦ. Κεφάλ. δʹ. ΠΡΟΣ ΕΦΕΣ. Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν, ὡς τῷ Κυρίῳ· ὅτι ὁ ἀνὴρ κε φαλή ἐστι τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κε φαλὴ τῆς Ἐκκλησίας· καὶ αὐτός ἐστιν ὁ σω τὴρ τοῦ σώματος. Ἀλλ' ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. ΠΡΟΣ ΤΙΤ. Ἵνα σω φρονίζωσι τὰς νέας, φιλάνδρους εἶναι, ἁγνὰς, οἰκουροὺς, ἀγαθὰς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφη μῆται. 31.853 Ὅτι οὐ δεῖ τὰς γυναῖκας πρὸς ὡραϊσμὸν κοσμεῖσθαι, ἀλλὰ τὴν πᾶσαν σπουδὴν καὶ μέριμναν ἔχειν περὶ τὰ ἀγαθὰ ἔργα, καὶ τοῦτον ἡγεῖσθαι ἀληθῆ καὶ πρέποντα Χριστιαναῖς κόσμον. Κεφάλ. εʹ. ΠΡΟΣ. ΤΙΜ. αʹ. Ὡσαύτως γυναῖκας ἐν κατα στολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κο σμεῖν ἑαυτάς· μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ', ὃ πρέ πει γυναιξὶν, ἐπαγγελλομέναις θεοσέβειαν, δι' ἔργων ἀγαθῶν. Ὅτι δεῖ τὰς γυναῖκας σιγᾷν ἐν ἐκκλησίᾳ, κατ' οἶκον δὲ σπουδαιολογεῖσθαι περὶ τῆς εἰς Θεὸν