49
προκαθῆσθαι πάσης, ἐπειδὴ πρώτη ἡ πόλις ἡμῶν τὸ τῶν Χριστιανῶν ἀνεδήσατο ὄνομα· ἐν δὲ τῷ τῆς σωφροσύνης ἀγῶνι, καὶ τῶν ἀγροικοτέρων πόλεων ἔλαττον φέροντες οὐκ αἰσχύνεσθε; Ναὶ, φησί· καὶ τί κελεύεις ποιεῖν; Τὰ ὄρη καταλαμβάνειν καὶ μοναχοὺς γίνεσθαι; ∆ιὰ γὰρ τοῦτο στένω, ὅτι μόνοις ἐκείνοις ἡγεῖσθε ἁρμόζειν κοσμιότητα καὶ σωφροσύνην· καίτοιγε ὁ Χριστὸς κοινοὺς τοὺς νόμους ἔθηκε. Καὶ γὰρ ὅταν λέγῃ, Ἐάν τις ἐμβλέψῃ γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, οὐ τῷ μονάζοντι λέγει, ἀλλὰ καὶ τῷ γυναῖκα ἔχοντι· καὶ γὰρ τὸ ὄρος ἐκεῖνο τότε πάντων τῶν τοιούτων πεπληρωμένον ἦν· Ἐννόησον τοίνυν ἐκεῖνο τὸ θέατρον, καὶ μίσησον τοῦτο τὸ διαβολικὸν, καὶ μὴ καταγνῷς τοῦ λόγου βαρύτητα. Οὐδὲ γὰρ κωλύω γαμεῖν, οὐδὲ ἐμποδίζω τέρπεσθαι· ἀλλὰ μετὰ σωφροσύνης τοῦτο βούλομαι γίνεσθαι, οὐ μετὰ αἰσχύνης καὶ κατηγορίας καὶ μυρίων ἐγκλημάτων. Οὐ νομοθετῶ τὰ ὄρη καταλαμβάνειν καὶ τὰς ἐρημίας, ἀλλὰ χρηστὸν εἶναι καὶ ἐπιεικῆ καὶ σώφρονα, μέσην οἰκοῦντα τὴν πόλιν. Καὶ γὰρ πάντα ἡμῖν τὰ τῶν νόμων κοινὰ πρὸς τοὺς μοναχούς ἐστι, πλὴν τοῦ γάμου· μᾶλλον δὲ καὶ ἐν τούτῳ κελεύει ὁ Παῦλος ἐν 57.82 ἅπασιν ἐξισοῦσθαι αὐτοῖς, λέγων· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. Ὥστε, φησὶν, οὐ κελεύω τὰς κορυφὰς τῶν ὀρέων καταλαμβάνειν· ἐβουλόμην μὲν γὰρ, διὰ τὸ τὰς πόλεις μιμεῖσθαι τὰ ἐν Σοδόμοις γινόμενα· πλὴν οὐκ ἀναγκάζω τοῦτο. Μένε οἰκίαν ἔχων καὶ παιδία καὶ γυναῖκα· ἀλλὰ μὴ ὕβριζε τὴν γυναῖκα, μηδὲ παραδειγμάτιζε τὰ παιδία, μηδὲ εἴσαγε εἰς τὴν οἰκίαν τὴν ἀπὸ τῶν θεάτρων λύμην. Οὐκ ἀκούεις Παύλου λέγοντος; Ὁ ἀνὴρ οὐκ ἐξουσιάζει τοῦ ἰδίου σώματος, ἀλλ' ἡ γυνή· καὶ κοινοὺς ἀμφοτέροις τιθέντος νόμους; Σὺ δὲ, ἂν μὲν εἰς ἐκκλησίαν συνεχῶς ἐμβάλλῃ ἡ γυνὴ, βαρὺς κατήγορος γίνῃ· αὐτὸς δὲ εἰς θέατρα διημερεύων, οὐχ ἡγῇ κατηγορίας ἄξιος εἶναι· ἀλλὰ περὶ μὲν τὴν τῆς γυναικὸς σωφροσύνην οὕτως εἶ ἀκριβὴς, ὡς καὶ περιττὸς εἶναι καὶ ἄμετρος, καὶ μηδὲ τὰς ἀναγκαίας ἐξόδους συγχωρεῖν· σαυτῷ δὲ νομίζεις πάντα ἐξεῖναι. Ἀλλ' οὐκ ἐπιτρέπει σοι Παῦλος, ὁ καὶ τῇ γυναικὶ τὴν αὐτὴν ἐξουσίαν διδοὺς, καὶ γάρ· Τῇ γυναικὶ, φησὶν, ὁ ἀνὴρ τὴν ὀφειλομένην τιμὴν ἀποδιδότω. Ποία οὖν αὕτη ἡ τιμὴ, ὅταν ἐν τοῖς καιρίοις αὐτὴν ὑβρίζῃς, καὶ τὸ σῶμα αὐτῆς ταῖς πόρναις παρέχῃς; τὸ γὰρ σὸν ἐκείνης σῶμά ἐστιν· ὅταν θορύβους καὶ πολέμους εἰσάγῃς εἰς τὴν οἰκίαν; ὅταν τοιαῦτα ποιῇς ἐν ἀγορᾷ, ἃ διηγούμενος ἐν οἰκίᾳ καταισχύνεις μὲν τὴν ἀκούουσαν γυναῖκα, αἰσχύνεις δὲ τὴν παροῦσαν θυγατέρα, καὶ πρό γε ἐκείνων σαυτόν; Ἀνάγκη γὰρ ἢ σιγᾷν, ἢ τοιαῦτα ἀσχημονεῖν, ἐφ' οἷς καὶ τοὺς οἰκέτας μαστίζεσθαι δίκαιον. Τίνα οὖν ἕξεις ἀπολογίαν, εἰπέ μοι, ἃ μηδὲ εἰπεῖν καλὸν, ταῦτα βλέπων μετὰ πολλῆς τῆς σπουδῆς; ἃ μηδὲ διηγήσασθαι ἀνεκτὸν, ταῦτα πάντων προτιθείς; Τέως μὲν οὖν, ὥστε μὴ γενέσθαι φορτικώτερος, ἐνταῦθα καταλύσω τὸν λόγον. Ἐὰν δὲ τοῖς αὐτοῖς ἐπιμείνητε, ὀξύτερον τὸ σιδήριον ποιήσας, βαθυτέραν δώσω τὴν τομήν· καὶ οὐ παύσομαι, ἕως ἂν διασκεδάσας τοῦ διαβόλου τὸ θέατρον, καθαρὸν ποιήσω τῆς Ἐκκλησίας τὸν σύλλογον. Οὕτω γὰρ καὶ τῆς παρούσης αἰσχύνης ἀπαλλαγησόμεθα, καὶ τὴν μέλλουσαν καρπωσόμεθα ζωὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 57.81 ΟΜΙΛΙΑ Ηʹ. Καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παι δίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πε σόντες προσεκύνησαν αὐτῷ· καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶ ρα, χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν. αʹ. Πῶς οὖν φησιν ὁ Λουκᾶς, ὅτι ἐπὶ τῆς φάτνης κείμενον ἦν; Ὅτι τεκοῦσα μὲν εὐθέως αὐτὸ κατέκλινεν ἐκεῖ· ἅτε γὰρ πολλῶν συνιόντων διὰ τὴν ἀπογραφὴν, 57.82 οὐκ ἦν οἰκίαν εὑρεῖν· ὅπερ οὖν καὶ ὁ Λουκᾶς ἐπισημαίνεται λέγων, ὅτι διὰ τὸ μὴ εἶναι τόπον, ἀνέκλινεν αὐτόν. Μετὰ δὲ ταῦτα ἀνείλετο, καὶ ἐπὶ τῶν γονάτων εἶχεν. Ὁμοῦ τε γὰρ ἐπέβη τῆς Βηθλεὲμ, καὶ τὰς ὠδῖνας ἔλυσεν· ἵνα μάθῃς κἀντεῦθεν τὴν οἰκονομίαν πᾶσαν, ἃ καὶ ὅτι οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε ταῦτα