1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

50

εὐαρεστή σεως. Κεφάλ. ʹ. ΠΡΟΣ ΚΟΡ. αʹ. Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκ κλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐ ταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι. Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτά τωσαν. Αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. ΠΡΟΣ ΤΙΜ. αʹ. Γυνὴ ἐν ἡσυχίᾳ μανθα νέτω ἐν πάσῃ ὑποταγῇ. ∆ιδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα. Καὶ ὁ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονε. Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν τῇ πίστει, καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ, μετὰ σωφροσύνης.

ΟΡΟΣ Ο∆ʹ. Ὅτι δεῖ τὴν χήραν, τὴν ἰσχυροτέρῳ τῷ σώματι χρω μένην, ἐν

φροντίδι καὶ σπουδῇ διάγειν, μεμνημέ νην τῶν ὑπὸ τοῦ Ἀποστόλου εἰρημένων, καὶ τῇ ∆ορκάδι μεμαρτυρημένων.

Κεφάλ. αʹ. ΠΡΑΞΕΙΣ. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια, ὀνόματι Ταβιθὰ, ἢ

διερμηνευομένη λέγεται ∆ορκάς. Αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυ νῶν ὧν ἐποίει. Καὶ μετ' ὀλίγα· Καὶ περιέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι, καὶ ἐπιδεικνύ μεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ ∆ορκάς. ΠΡΟΣ ΤΙΜ. αʹ. Χήρα καταλε γέσθω, μὴ ἐλάττων ἐτῶν ἑξήκοντα, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή· ἐν ἔργοις καλοῖς μαρτυρου μένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὅτι δεῖ τὴν χήραν τὴν εὐδοκιμήσασαν ἐν τοῖς ὑπὸ τοῦ Ἀποστόλου εἰρημένοις κατορθώμασι, καὶ φθά σασαν εἰς τὸ τάγμα τῶν ὄντως χηρῶν, προσκαρτε ρεῖν ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς μετὰ νη στειῶν νυκτὸς καὶ ἡμέρας. Κεφάλ. βʹ. ΛΟΥΚΑΣ. Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουὴλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ 31.856 ἀπὸ τῆς παρθενίας αὐτῆς. Καὶ αὕτη χήρα ὡς ἐτῶν ὀγδοηκοντατεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν. ΠΡΟΣ ΤΙΜ. αʹ. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν.

ΟΡΟΣ ΟΕʹ. Ὅτι χρὴ τοὺς δούλους ὑπακούειν τοῖς κατὰ σάρκα κυρίοις εἰς δόξαν Θεοῦ μετὰ πάσης εὐνοία· ἐν οἷς ἂν ἐντολὴ Θεοῦ οὐ λύηται.

Κεφάλ. αʹ. ΠΡΟΣ ΕΦΕΣ. Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ

φόβου καὶ τρόμου ἐν ἁπλό τητι καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ· μὴ κατ' ὀφθαλμοδουλείαν, ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ' εὐνοίας δουλεύοντες, ὡς τῷ Κυ ρίῳ, καὶ οὐκ ἀνθρώποις· εἰδότες, ὅτι ἕκαστος ὃ ἐὰν ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυ ρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. ΠΡΟΣ ΤΙΜ. αʹ. Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφη μῆται. Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας, μὴ κα ταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ, οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. ΠΡΟΣ ΤΙΤ. ∆ούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐπιδεικνυμένους ἀγαθήν· ἵνα τὴν διδασκαλίαν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν. Ὅτι δεῖ τοὺς κυρίους μνημονεύοντας τοῦ ἀληθινοῦ Κυρίου, ὧν ἂν ἀπολαύσωσι παρὰ τῶν δούλων, ταῦτα καὶ ποιεῖν αὐτοῖς κατὰ δύναμιν, ἐν φόβῳ Θεοῦ καὶ ἐπιεικείᾳ τῇ πρὸς αὐτοὺς, κατὰ μίμησιν τοῦ Κυρίου. Κεφάλ. βʹ. ΙΩΑΝΝΗΣ.