1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

50

δοκιμασίαν ἐπεδείξατο. 6.7 ζʹ. Ὅτι οὐχ ὑπὲρ τῶν αὐτῶν τῷ τε καθ' ἑαυτὸν ὄντι καὶ τῷ ἐν μέσῳ στρεφομένῳ ἡ ἄσκησίς ἐστιν Μὴ τοίνυν μηδὲ αὐτὸς θαυμάσῃς εἰ τὴν ἀγορὰν φεύγοντες ἡμεῖς καὶ τὰς τῶν πολλῶν συνουσίας οὐκ ἔχομεν τοὺς κατηγοροῦντας πολλούς· οὐδὲ γὰρ εἰ καθεύδων οὐχ ἡμάρτανον, οὐδ' εἰ μὴ παλαίων οὐκ ἔπιπτον, οὐδ' εἰ μὴ μαχόμενος οὐκ ἐβαλλόμην, θαυμάζειν ἐχρῆν. Τίς γάρ, εἰπέ, τίς δυνήσεται κατειπεῖν καὶ ἀποκαλύψαι τὴν μοχθηρίαν τὴν ἐμήν; ὁ ὄροφος οὗτος καὶ ὁ οἰκίσκος; Ἀλλ' οὐκ ἂν δύναιντο ῥῆξαι φωνήν. Ἀλλ' ἡ μήτηρ ἡ μάλιστα πάντων εἰδυῖα τὰ ἐμά; Μάλιστα μὲν οὐδὲ πρὸς αὐτήν ἐστί μοί τι κοινόν, οὐδὲ εἰς φιλονεικίαν ἤλθομεν πώποτε· εἰ δὲ καὶ τοῦτο ἦν συμβάν, οὐδεμία οὕτως ἐστὶ μήτηρ ἄστοργος καὶ μισότεκνος ὡς τοῦτον ὃν ὤδινε καὶ ἔτεκε καὶ ἔθρεψε, μηδεμιᾶς ἀναγκαζούσης προφάσεως, μηδὲ βιαζομένου τινός, κακίζειν καὶ διαβάλλειν παρὰ πᾶσιν. Ἐπεὶ ὅτι γε, εἴ τις τὴν ἡμετέραν πρὸς ἀκρίβειαν ἐθέλοι βασανίζειν ψυχήν, πολλὰ αὐτῆς εὑρήσει τὰ σαθρά, οὐδὲ αὐτὸς ἀγνοεῖς, ὁ μάλιστα πάντων ἡμᾶς τοῖς ἐγκωμίοις ἐπαίρειν παρὰ πᾶσιν εἰωθώς. Καὶ ὅτι γε οὐ μετριάζων ταῦτα λέγω νῦν, ἀνάμνησον σαυτὸν ὁσάκις εἶπον πρὸς σέ, λόγου τοιούτου γενομένου πολλάκις ἡμῖν· ὅτι, εἴ τις αἵρεσίν μοι προὐτίθει, ποῦ μᾶλλον βουλοίμην εὐδοκιμεῖν ἐν τῇ τῆς Ἐκκλησίας προστασίᾳ ἢ κατὰ τὸν τῶν μοναχῶν βίον, μυρίαις ἂν ψήφοις τὸ πρότερον ἐδεξάμην ἔγωγε· οὐ γὰρ διέλιπόν ποτε μακαρίζων πρὸς σὲ τοὺς ἐκείνης τῆς διακονίας προστῆναι δυνηθέντας καλῶς. Ὅτι δὲ ὅπερ ἐμακάριζον, οὐκ ἂν ἔφυγον ἱκανῶς ἔχων μετελθεῖν, οὐδεὶς ἀντερεῖ. Ἀλλὰ τί πάθω; Οὐδὲν οὕτως ἄχρηστον εἰς Ἐκκλησίας προστασίαν ὡς αὕτη ἡ ἀργία καὶ ἡ ἀμελετησία ἣν ἕτεροι μὲν ἄσκησίν τινα εἶναι νομίζουσιν· ἐγὼ δὲ αὐτὴν ὡσπερεὶ παραπέτασμα τῆς οἰκείας ἔχω φαυλότητος, τὰ πλείονα τῶν ἐλαττωμάτων τῶν ἐμαυτοῦ ταύτῃ συγκαλύπτων καὶ οὐκ ἐῶν φαίνεσθαι. Ὁ γὰρ ἐθισθεὶς τοσαύτης ἀπολαύειν ἀπραγμοσύνης καὶ ἐν ἡσυχίᾳ διάγειν πολλῇ, κἂν μεγάλης ᾖ φύσεως, ὑπὸ τῆς ἀνασκησίας θορυβεῖται καὶ ταράττεται καὶ τῆς οἰκείας δυνάμεως περικόπτει μέρος οὐ μικρὸν τὸ ἀγύμναστον. Ὅταν δὲ ὁμοῦ καὶ βραδείας ᾖ διανοίας καὶ τῶν τοιούτων ἀγώνων ἄπειρος, τοῦτο δὴ τὸ ἡμέτερον, τῶν λιθίνων οὐδὲν διοίσει ταύτην δεξάμενος τὴν οἰκονομίαν. ∆ιὰ τοῦτο τῶν ἐξ ἐκείνης ἐρχομένων τῆς παλαίστρας εἰς τοὺς ἀγῶνας τούτους ὀλίγοι διαφαίνονται· οἱ δὲ πλείους ἐλέγχονται καὶ καταπίπτουσι καὶ πράγματα ὑπομένουσιν ἀηδῆ καὶ χαλεπά. Καὶ οὐδὲν ἀπεικός· ὅταν γὰρ μὴ περὶ τῶν αὐτῶν οἵ τε ἀγῶνες ὦσι καὶ τὰ γυμνάσια, τῶν ἀγυμνάστων ὁ ἀγωνιζόμενος οὐδὲν διενήνοχε. ∆όξης μάλιστα δεῖ καταφρονεῖν τὸν εἰς τοῦτο ἐρχόμενον τὸ στάδιον, ὀργῆς ἀνώτερον εἶναι, συνέσεως ἔμπλεων πολλῆς. Τούτῳ δὲ τῷ τὸν μονήρη στέργοντι βίον οὐδεμία γυμνασίας ὑπόθεσις πρόκειται· οὔτε γὰρ τοὺς παροξύνοντας ἔχει πολλοὺς ἵνα μελετήσῃ κολάζειν τοῦ θυμοῦ τὴν δύναμιν, οὔτε τοὺς μακαρίζοντας καὶ κροτοῦντας ἵνα παιδευθῇ τοὺς παρὰ τῶν πολλῶν διαπτύειν ἐπαίνους· τῆς τε ἐν ταῖς Ἐκκλησίαις ἀπαιτουμένης συνέσεως οὐ πολὺς αὐτοῖς λόγος. Ὅταν οὖν ἔλθωσιν εἰς τοὺς ἀγῶνας ὧν μὴ μεμελετήκασι τὴν πεῖραν ἀποροῦνται, ἰλιγγιῶσιν, εἰς ἀμηχανίαν ἐκπίπτουσι καὶ πρὸς τῷ μηδὲν ἐπιδοῦναι πρὸς ἀρετὴν καὶ ἅπερ ἔχοντες ἦλθον πολλοὶ πολλάκις ἀπώλεσαν. 6.8 ηʹ. Ὅτι εὐκολώτερον τὴν ἀρετὴν οἱ καθ' ἑαυτοὺς ὄντες ἢ οἱ πολλῶν φροντίζοντες κατορθοῦσιν Καὶ ὁ Βασίλειος· Τί οὖν; τοὺς ἐν τῷ μέσῳ στρεφομένους καὶ πραγμάτων φροντίζοντας βιωτικῶν καὶ τετριμμένους πρὸς μάχας καὶ λοιδορίας καὶ μυρίας δεινότητος γέμοντας καὶ τρυφᾶν εἰδότας, ἐπιστήσομεν τῇ τῆς Ἐκκλησίας οἰκονομίᾳ; {ΙΩ.} Εὐφήμει, ἔφην, ὦ μακάριε σύ· τούτους γὰρ οὐδ' εἰς νοῦν βάλλεσθαι δεῖ,