1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

51

Εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα δέδω κεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησι τὰ ἱμάτια αὑτοῦ, καὶ λαβὼν λέντιον, διέζωσεν ἑαυτόν. Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. Καὶ μετ' ὀλίγα· Ὑμεῖς φωνεῖτέ με, ὁ διδάσκαλος, καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. Ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα, καθὼς ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. ΠΡΟΣ ΕΦΕΣ. Οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτοὺς, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες, ὅτι καὶ ὑμῶν αὐτῶν Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστι παρ' αὐτῷ. 31.857

ΟΡΟΣ Οςʹ. Ὅτι δεῖ τὰ τέκνα τιμᾷν τοὺς γονεῖς, καὶ ὑπακούειν ἐν πᾶσιν

αὐτοῖς, ἐν οἷς ἂν ἐντολὴ Θεοῦ μὴ ἐμποδίζηται. Κεφάλ. αʹ. ΛΟΥΚΑΣ. Καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· Τέκνον, τί ἐποίησας

ἡμῖν οὕτως; Ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ μετ' ὀλίγα· Καὶ μετέβη μετ' αὐτῶν, καὶ ἦλθεν εἰς Ναζαρὲτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. ΠΡΟΣ ΕΦΕΣ. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον. Τίμα τὸν πα τέρα καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίαις, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μα κροχρόνιος ἐπὶ τῆς γῆς. Ὅτι δεῖ τοὺς γονεῖς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου ἐκτρέφειν τὰ τέκνα μετὰ πραότητος καὶ μακροθυ μίας, μηδεμίαν δὲ πρόφασιν, τὸ ὅσον ἐπ' αὐτοῖς, διδόναι ὀργῆς καὶ λύπης. Κεφάλ. βʹ. ΠΡΟΣ ΕΦΕΣ. Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ' ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. ΠΡΟΣ ΚΟΛ. Οἱ πατέ ρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυ μῶσιν.

ΟΡΟΣ ΟΖʹ. Ὅτι δεῖ τὰς παρθένους ἀπηλλάχθαι πάσης μερίμνης τοῦ ἐνεστῶτος

αἰῶνος, πρὸς τὸ δύνασθαι ἀπερι σπάστως τῷ Θεῷ εὐχαριστεῖν κατά τε νοῦν καὶ σῶμα, ἐπ' ἐλπίδι τῆς βασιλείας τῶν οὐρα νῶν.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχι σαν ἑαυτοὺς διὰ τὴν

βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. ΠΡΟΣ ΚΟΡ. αʹ. Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γα μήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι. Ἡ δὲ γαμήσασα με ριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί. Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερι σπάστως.

ΟΡΟΣ ΟΗʹ. Ὅτι οὐκ ἔξεστι τοῖς στρατευομένοις διασείειν ἢ συκοφαντεῖν.

Κεφάλ. αʹ. ΛΟΥΚΑΣ. Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευό μενοι, λέγοντες· Καὶ

ἡμεῖς τί ποιήσομεν; 31.860 Καὶ εἶπε πρὸς αὐτούς· Μηδένα διασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.

ΟΡΟΣ ΟΘʹ. Ὅτι δεῖ τοὺς ἄρχοντας ἐκδίκους εἶναι τῶν δικαιω μάτων τοῦ Θεοῦ. Κεφάλ. αʹ. ΠΡΟΣ ΡΩΜ. Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων,

ἀλλὰ τῶν κακῶν. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει· καὶ ἕξεις