1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

51

ὅταν ἱερέων ἐξέτασις ᾖ, ἀλλ' εἴ τις μετὰ τοῦ πᾶσιν ὁμιλεῖν καὶ συναναστρέφεσθαι δύναιτο τὴν καθαρότητα καὶ τὴν ἀταραξίαν, τήν τε ἁγιωσύνην καὶ καρτερίαν καὶ νῆψιν καὶ τὰ ἄλλα τὰ τοῖς μοναχοῖς προσόντα ἀγαθὰ φυλάττειν ἀκέραια καὶ ἀπαρασάλευτα μᾶλλον τῶν μεμονωμένων ἐκείνων. Ὡς ὅ γε πολλὰ μὲν ἔχων ἐλαττώματα, δυνάμενος δὲ αὐτὰ τῇ μονώσει καλύπτειν καὶ ποιεῖν ἄπρακτα τῷ μηδενὶ καταμιγνύναι ἑαυτόν, οὗτος εἰς μέσον ἐλθὼν οὐδὲν ἕτερον ἢ τὸ καταγέλαστος γενέσθαι κερδανεῖ καὶ κινδυνεύσει μειζόνως, ὃ μικροῦ δεῖν ἐπάθομεν ἂν ἡμεῖς, εἰ μὴ ἡ τοῦ Θεοῦ κηδεμονία τὸ πῦρ ταχέως ἀνέσχε τῆς ἡμετέρας κεφαλῆς· οὐ γὰρ ἔστι λαθεῖν τὸν οὕτω διακείμενον, ὅταν ἐν τῷ φανερῷ καταστῇ, ἀλλὰ πάντα τότε ἐλέγχεται. Καὶ καθάπερ τὰς μεταλλικὰς ὕλας δοκιμάζει τὸ πῦρ, οὕτω καὶ ἡ τοῦ κλήρου βάσανος τὰς τῶν ἀνθρώπων διακρίνει ψυχάς, κἂν ὀργίλος τις ᾖ, κἂν μικρόψυχος, κἂν φιλόδοξος, κἂν ἀλαζών, κἂν ὅ τι δή ποτε ἕτερον, ἅπαντα ἐκκαλύπτει καὶ γυμνοῖ ταχέως τὰ ἐλαττώματα, οὐ γυμνοῖ δὲ μόνον, ἀλλὰ καὶ χαλεπώτερα καὶ ἰσχυρότερα αὐτὰ καθίστησι. Καὶ γὰρ τὰ τοῦ σώματος τραύματα προστριβόμενα δυσίατα γίνεται, καὶ τὰ τῆς ψυχῆς πάθη κνιζόμενα καὶ παροξυνόμενα μᾶλλον ἀγριαίνεσθαι πέφυκε καὶ τοὺς ἔχοντας αὐτὰ πλείονα ἁμαρτάνειν βιάζεται· καὶ γὰρ εἰς ἔρωτα δόξης ἐπαίρει τὸν μὴ προσέχοντα καὶ εἰς ἀλαζονείαν καὶ εἰς χρημάτων ἐπιθυμίαν, ὑποσύρει δὲ καὶ εἰς τρυφὴν καὶ εἰς ἄνεσιν καὶ ῥαθυμίαν καὶ κατὰ μικρὸν εἰς τὰ περαιτέρω τούτων ἐκ τούτων τικτόμενα κακά. Πολλὰ γάρ ἐστιν ἐν τῷ μέσῳ τὰ δυνάμενα ψυχῆς ἀκρίβειαν ἐκλῦσαι καὶ τὸν ἐπ' εὐθείας διακόψαι δρόμον. Καὶ πρῶτον ἁπάντων αἱ πρὸς τὰς γυναῖκας ὁμιλίαι· οὐδὲ γὰρ ἔστι τὸν προεστῶτα καὶ παντὸς τοῦ ποιμνίου κηδόμενον τοῦ μὲν τῶν ἀνδρῶν ἐπιμελεῖσθαι μέρους, τὸ δὲ τῶν γυναικῶν παρορᾶν, ὃ μάλιστα δεῖται προνοίας πλείονος διὰ τὸ πρὸς τὰς ἁμαρτίας εὐόλισθον· ἀλλὰ δεῖ καὶ τῆς τούτων ὑγιείας, εἰ καὶ μὴ ἐκ πλείονος, ἀλλ' οὖν ἐξ ἴσης φροντίζειν τῆς μοίρας τὸν λαχόντα τὴν ἐπισκοπὴν διοικεῖν. Καὶ γὰρ ἐπισκοπεῖσθαι αὐτὰς ἡνίκα ἂν κάμνωσι καὶ παρακαλεῖν ἡνίκα ἂν πενθῶσι καὶ ἐπιπλήττειν ῥαθυμούσαις καὶ βοηθεῖν καταπονουμέναις ἀνάγκη. Τούτων δὲ γινομένων, πολλὰς ἂν εὕροι τὰς παρεισδύσεις ὁ πονηρός, εἰ μὴ ἠκριβωμένῃ τις ἑαυτὸν τειχίσειε φυλακῇ· καὶ γὰρ ὀφθαλμὸς βάλλει καὶ θορυβεῖ ψυχήν, οὐχ ὁ τῆς ἀκολάστου μόνον, ἀλλὰ καὶ ὁ τῆς σώφρονος καὶ κολακεῖαι μαλάσσουσι καὶ τιμαὶ καταδουλοῦνται· καὶ ἀγάπη ζέουσα-τοῦτο δὴ τὸ πάντων αἴτιον τῶν ἀγαθῶν-μυρίων γέγονε αἴτιον κακῶν τοῖς οὐκ ὀρθῶς χρησαμένοις αὐτῇ. Ἤδη δὲ καὶ φροντίδες συνεχεῖς ἤμβλυναν τὸ τῆς διανοίας ὀξὺ καὶ μολύβδου βαρύτερον τὸ πτηνὸν ἀπειργάσαντο· καὶ θυμὸς δὲ προσπεσὼν καπνοῦ δίκην τὰ ἔνδον κατέσχεν ἅπαντα. 6.9 θʹ. Ὅτι οὐ χρὴ καταφρονεῖν τῆς τῶν πολλῶν ὑπολήψεως, κἂν ψευδὴς οὖσα τύχῃ Τί ἄν τις λέγοι τὰς λοιπὰς βλάβας, τὰς ὕβρεις, τὰς ἐπηρείας, τὰς μέμψεις, τὰς παρὰ τῶν μειζόνων, τὰς παρὰ τῶν ἐλαττόνων, τὰς παρὰ τῶν συνετῶν, τὰς παρὰ τῶν ἀσυνέτων; Τοῦτο γὰρ δὴ μάλιστα τὸ γένος τῆς ὀρθῆς ἀπεστερημένον κρίσεως, μεμψίμοιρον τέ ἐστι καὶ οὐκ ἂν εὐκόλως ἀπολογίας ἀνάσχοιντό ποτε. Τὸν δὲ προεστῶτα καλῶς, οὐδὲ τούτων δεῖ καταφρονεῖν, ἀλλὰ πρὸς ἅπαντας περὶ ὧν ἂν ἐγκαλῶσι διαλύεσθαι μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ πραότητος, συγγινώσκοντα μᾶλλον αὐτοῖς τῆς ἀλόγου μέμψεως ἢ ἀγανακτοῦντα καὶ ὀργιζόμενον. Εἰ γὰρ ὁ μακάριος Παῦλος μὴ κλοπῆς ὑπόνοιαν λάβῃ παρὰ τοῖς μαθηταῖς ἔδεισε καὶ διὰ τοῦτο προσέλαβε καὶ ἑτέρους εἰς τὴν τῶν χρημάτων διακονίαν, ἵνα «μή τις ἡμᾶς μωμήσηται, φησίν, ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν», πῶς ἡμᾶς οὐ πάντα δεῖ ποιεῖν ὥστε τὰς πονηρὰς ἀναιρεῖν ὑποψίας, κἂν ψευδεῖς, κἂν ἀλόγιστοι τυγχάνωσιν οὖσαι, κἂν σφόδρα τῆς