51
ἔλαττον καὶ τοῦτο νομίζοντες εἶναι, εἰς τὴν τῆς δυνάμεως αὐτοῦ καὶ τῆς μεγαλωσύνης ἀπόδειξιν. Ὃ δὴ καὶ ἐνταῦθα γέγονεν, ἱκανὸν ἐκπλῆξαι τὸν τύραννον. Ἐννόησον γὰρ οἷα πάσχειν εἰκὸς ἦν τὸν Ἡρώδην, καὶ πῶς ἀποπνίγεσθαι, ἀπατηθέντα παρὰ τῶν μάγων καὶ οὕτω καταγελασθέντα. Τί γὰρ, εἰ μὴ γέγονε βελτίων; Οὐ τοῦ ταῦτα οἰκονομήσαντος ἔγκλημα, ἀλλὰ τῆς ἐκείνου μανίας ἡ ὑπερβολὴ, μηδὲ τοῖς δυναμένοις αὐτὸν παραμυθήσασθαι καὶ ἀποστῆσαι τῆς πονηρίας εἴκοντος, ἀλλ' ἐπεξιόντος περαιτέρω, ἵνα καὶ χαλεπωτέραν δέξηται δίκην τῆς τοιαύτης ἀνοίας. Καὶ τίνος ἕνεκέν φησιν, Εἰς Αἴγυπτον τὸ παιδίον πέμπεται; Μάλιστα μὲν καὶ ὁ εὐαγγελιστὴς τὴν αἰτίαν εἴρηκεν· Ἵνα πληρωθῇ γὰρ, φησὶν, Ὅτι ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου· ἅμα δὲ καὶ χρηστῶν προοίμια λοιπὸν ἐλπίδων τῇ οἰκουμένῃ προανεφωνεῖτο. Ἐπειδὴ γὰρ Βαβυλὼν καὶ Αἴγυπτος μάλιστα τῆς γῆς ἁπάσης τῇ φλογὶ τῆς ἀσεβείας ἦσαν ἐκκεκαυμέναι, ἐκ προοιμίων δεικνὺς ὅτι ἀμφοτέρας διορθώσεται καὶ βελτίους ποιήσει, καὶ πείθων διὰ τούτων καὶ περὶ τῆς ὅλης οἰκουμένης τὰ χρηστὰ προσδοκᾷν, τῇ μὲν τοὺς μάγους ἀπέστειλε, τῇ δὲ αὐτὸς ἐπέβη μετὰ τῆς μητρός. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ἕτερον ἐντεῦθεν παιδευόμεθα, οὐ μικρὸν εἰς φιλοσοφίαν ἡμῖν συντεῖνον. Ποῖον δὴ τοῦτο; Τὸ ἐκ προοιμίων πειρασμοὺς προσδοκᾷν καὶ ἐπιβουλάς. Ὅρα γοῦν ἀπὸ τῶν σπαργάνων εὐθέως τοῦτο γινόμενον. Καὶ γὰρ τεχθέντος αὐτοῦ, καὶ τύραννος μαίνεται, καὶ φυγὴ καὶ μετάστασις γίνεται πρὸς τὴν ὑπερορίαν, καὶ οὐδὲν ἀδικήσασα ἡ μήτηρ εἰς τὴν τῶν βαρβάρων φυγαδεύεται χώραν· ἵνα σὺ ταῦτα ἀκούων, ὅταν καταξιωθῇς διακονήσασθαί τινι πνευματικῷ πράγματι, εἶτα ἴδῃς σαυτὸν πάσχοντα τὰ ἀνήκεστα καὶ μυρίους ὑπομένοντα κινδύνους, μὴ διαταραχθῇς, μηδὲ εἴπῃς· Τί ποτε τοῦτό ἐστι; καὶ μὴν στεφανοῦσθαί με ἔδει καὶ ἀνακηρύττεσθαι, καὶ λαμπρὸν εἶναι 57.85 καὶ περιφανῆ, πρόσταγμα πληροῦντα δεσποτικόν· ἀλλ' ἔχων τοῦτο τὸ ὑπόδειγμα, φέρῃς πάντα γενναίως, εἰδὼς ὅτι μάλιστα αὕτη τῶν πνευματικῶν ἡ ἀκολουθία ἐστὶ, τὸ πανταχοῦ πειρασμοὺς συγκεκληρωμένους ἔχειν. Ὅρα γοῦν οὐκ ἐπὶ τῆς μητρὸς καὶ τοῦ παιδίου τοῦτο γινόμενον μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν βαρβάρων ἐκείνων. Καὶ γὰρ ἐκεῖνοι λάθρα ἀναχωροῦσιν ἐν τάξει φυγάδων· καὶ αὕτη πάλιν, οὐδέποτε τὴν οἰκίαν ὑπερβᾶσα, μακρὰν οὕτω ταλαιπωρίας ὁδὸν ὑπομένειν κελεύεται, διὰ τὸν θαυμαστὸν τοῦτον τόκον καὶ τὰς πνευματικὰς ὠδῖνας. Καὶ θέα τὸ παράδοξον πάλιν. Παλαιστίνη μὲν ἐπιβουλεύει, Αἴγυπτος δὲ ὑποδέχεται καὶ διασώζει τὸν ἐπιβουλευόμενον. Οὐ γὰρ δὴ μόνον ἐπὶ τῶν παίδων τοῦ πατριάρχου τύποι συνέβαινον, ἀλλὰ καὶ ἐπ' αὐτοῦ τοῦ ∆εσπότου. Πολλὰ γοῦν διὰ τῶν ὑπ' αὐτοῦ γινομένων τότε προανεκηρύττετο τῶν ὕστερον συμβαίνειν μελλόντων· ὅπερ οὖν καὶ ἐπὶ τῆς ὄνου καὶ ἐπὶ τοῦ πώλου γέγονε. Φανεὶς τοίνυν ὁ ἄγγελος, οὐχὶ τῇ Μαρίᾳ, ἀλλὰ τῷ Ἰωσὴφ διαλέγεται· καὶ τί φησιν; Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ. Ἐνταῦθα οὐκέτι λέγει, Τὴν γυναῖκά σου, ἀλλὰ, Τὴν μητέρα αὐτοῦ. Ἐπειδὴ γὰρ ὁ τόκος ἐξέβη, καὶ ἡ ὑποψία ἐλύθη, καὶ ὁ ἀνὴρ ἐπιστώθη, μετὰ παῤῥησίας λοιπὸν διαλέγεται ὁ ἄγγελος, οὔτε παιδίον, οὔτε γυναῖκα αὐτοῦ καλῶν· ἀλλὰ, Παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ· καὶ φεῦγε εἰς Αἴγυπτον· καὶ τὴν αἰτίαν λέγει τῆς φυγῆς· Μέλλει γὰρ ὁ Ἡρώδης, φησὶ, ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου. γʹ. Ταῦτα ἀκούσας ὁ Ἰωσὴφ οὐκ ἐσκανδαλίσθη, οὐδὲ εἶπεν· Αἴνιγμα τὸ πρᾶγμά ἐστιν· οὐ πρώην ἔλεγες, ὅτι σώσει τὸν λαὸν αὐτοῦ; καὶ νῦν οὐδὲ ἑαυτὸν σώζει, ἀλλὰ φυγῆς ἡμῖν χρεία, καὶ ἀποδημίας, καὶ μακρᾶς μεταστάσεως· ἐναντία τῇ ὑποσχέσει τὰ γινόμενα. Ἀλλ' οὐδὲν τούτων λέγει· πιστὸς γὰρ ἦν ὁ ἀνήρ· οὐδὲ περιεργάζεται τῆς ἐπανόδου τὸν χρόνον, καὶ ταῦτα τοῦ ἀγγέλου ἀδιορίστως αὐτὸν τεθεικότος· Ἕως γὰρ ἂν εἴπω σοι, ἴσθι ἐκεῖ. Ἀλλ' ὅμως οὐδὲ πρὸς τοῦτο ἐνάρκησεν, ἀλλ' ὑπακούει καὶ πείθεται, πάντας μετὰ χαρᾶς τοὺς πειρασμοὺς ὑπομένων. Καὶ γὰρ ὁ φιλάνθρωπος Θεὸς τοῖς ἐπιπόνοις τούτοις καὶ ἡδέα ἀνέμιξεν· ὅπερ καὶ ἐπὶ πάντων τῶν ἁγίων ποιεῖ, οὔτε τοὺς κινδύνους, οὔτε τὰς