1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

52

ἔπαινον ἐξ αὐτῆς. Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κα κὸν πράσσοντι. Ὅτι δεῖ ἐξουσίαις ὑπερεχούσαις ὑποτάσσεσθαι ἐν αἷς ἂν ἐντολὴ Θεοῦ μὴ ἐμποδίζηται. Κεφάλ. βʹ. ΠΡΟΣ ΡΩΜ. Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχού σαις ὑποτασσέσθω. Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ· αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν. Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρῖμα λήψονται. Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν, καὶ τὰ ἑξῆς. ΠΡΑΞΕΙΣ. Πειθαρ χεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. ΠΡΟΣ ΤΙΤ. Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑπο τάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγα θὸν ἑτοίμους εἶναι.

ΟΡΟΣ Πʹ. Ποταποὺς εἶναι βούλεται ὁ λόγος τοὺς Χριστιανοὺς, ὡς μαθητὰς

Χριστοῦ, πρὸς μόνα τυπουμένους, ἃ βλέπουσιν ἐν αὐτῷ, ἢ ἀκούουσι παρ' αὐτοῦ. Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ.

ΙΩΑΝΝΗΣ. Ὑμεῖς φωνεῖτέ με, ὁ διδάσκαλος, καὶ ὁ Κύριος· καὶ καλῶς λέ γετε· εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. Ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. Ὡς πρόβατα Χριστοῦ τῆς φωνῆς τοῦ ἰδίου ποιμένος ἀκούοντα μόνου, καὶ αὐτῷ ἀκολουθοῦντας. Κεφάλ. βʹ. ΙΩΑΝΝΗΣ. Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολου θοῦσί μοι. Καὶ ἀνωτέρω· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. 31.861 Ὡς κλήματα Χριστοῦ, ἐν αὐτῷ ἐῤῥιζωμένους, καὶ ἐν αὐτῷ καρποφοροῦντας, καὶ πᾶν ὁτιοῦν οἰκεῖον αὐτοῦ καὶ ἄξιον ποιοῦντας καὶ ἔχοντας. Κεφάλ. γʹ. ΙΩΑΝΝΗΣ. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλή ματα. Ὡς μέλη Χριστοῦ, ἐν πάσῃ ἐνεργείᾳ τῶν ἐντολῶν τοῦ Κυρίου, ἢ τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος κατηρτισμένους πρὸς ἀξίαν τῆς κεφαλῆς, ἥτις ἐστὶν ὁ Χριστός. Κεφάλ. δʹ. ΠΡΟΣ ΚΟΡ. αʹ. Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ΠΡΟΣ ΕΦ. Ἀλη θεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ, Χριστός· ἐξ οὗ πᾶν τὸ σῶμα, συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἀφῆς τῆς ἐπιχορηγίας, κατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. Ὡς νύμφην Χριστοῦ φυλάσσουσαν τὸ ἁγνὸν, ἐν τῷ μόνοις τοῖς θελήμασι τοῦ νυμφίου στοιχεῖν. Κεφάλ. εʹ. ΙΩΑΝΝΗΣ. Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὡς ναοὺς Θεοῦ ἁγίους, καθαροὺς, καὶ μόνων πεπληρωμένους τῶν πρὸς λατρείαν Θεοῦ. Κεφάλ. ʹ. ΙΩΑΝΝΗΣ. Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσῃ, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν· καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. ΠΡΟΣ ΚΟΡ. βʹ. Ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος. Λέγει γὰρ ἡ Γραφὴ, ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός. Ὡς θυσίαν Θεοῦ ἄμωμον καὶ ἀλώβητον, παντὶ μέλει καὶ μέρει τῆς θεοσεβείας τὸ ὑγιὲς διασώ ζοντας. Κεφάλ. ζʹ. ΠΡΟΣ ΡΩΜ. Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὡς τέκνα Θεοῦ, μεμορφωμένους πρὸς τὴν εἰκόνα τοῦ Θεοῦ, κατὰ τὸ μέτρον τὸ ἀνθρώποις κεχαρι σμένον. Κεφάλ. ηʹ. ΙΩΑΝΝΗΣ. Τεκνία, ἔτι μικρὸν μεθ' ὑμῶν 31.864 εἰμι. ΠΡΟΣ ΓΑΛ. Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ὡς φῶς ἐν κόσμῳ, ὥστε αὐτούς τε εἶναι ἀνεπι δέκτους κακίας, καὶ τοὺς πλησιάζοντας αὐτοῖς φω τίζειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας, πρὸς τὸ γενέ σθαι ὃ δεῖ, ἢ ἐλέγχειν ὅ εἰσιν. Κεφάλ. θʹ.