1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

52

ἡμετέρας ἀπέχωσι δόξης; Οὐδενὸς γὰρ ἁμαρτήματος τοσοῦτον ἡμεῖς ἀφεστήκαμεν ὅσον κλοπῆς ὁ Παῦλος· ἀλλ' ὅμως καὶ τοσοῦτον ἀφεστηκὼς τῆς πονηρᾶς ταύτης πράξεως, οὐδὲ οὕτως ἠμέλησε τῆς τῶν πολλῶν ὑπονοίας, καίτοι λίαν οὔσης ἀλόγου καὶ μανιώδους. Μανία γὰρ ἦν τοιοῦτον ὑποπτεῦσαί τι περὶ τῆς μακαρίας καὶ θαυμαστῆς ἐκείνης ψυχῆς· ἀλλ' ὅμως οὐδὲν ἧττον καὶ ταύτης τῆς ὑποψίας, τῆς οὕτως ἀλόγου καὶ ἣν οὐδεὶς ἂν μὴ παραπαίων ὑπώπτευσε πόρρωθεν ἀναιρεῖ τὰς αἰτίας. Καὶ οὐ διέπτυσε τὴν τῶν πολλῶν ἄνοιαν, οὐδὲ εἶπε· Τίνι γὰρ ἂν ἐπέλθοι ποτὲ τοιαῦτα περὶ ἡμῶν ὑπονοεῖν καὶ ἀπὸ τῶν σημείων καὶ ἀπὸ τῆς ἐπιεικείας τῆς ἐν τῷ βίῳ, πάντων ἡμᾶς καὶ τιμώντων καὶ θαυμαζόντων; Ἀλλὰ πᾶν τοὐναντίον καὶ ὑπείδετο καὶ προσεδόκησε ταύτην τὴν πονηρὰν ὑπόνοιαν καὶ πρόρριζον αὐτὴν ἀνέσπασε, μᾶλλον δὲ οὐδὲ φῦναι τὴν ἀρχὴν ἀφῆκε. ∆ιὰ τί; «Προνοοῦμεν γάρ, φησί, καλά», οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ «ἐνώπιον ἀνθρώπων.» Τοσαύτῃ δεῖ, μᾶλλον δὲ καὶ πλείονι κεχρῆσθαι σπουδῇ ὥστε μὴ μόνον αἰρομένας κατασπᾶν καὶ κωλύειν τὰς φήμας τὰς οὐκ ἀγαθάς, ἀλλὰ καὶ πόρρωθεν ὅθεν ἂν γένοιντο προορᾶν καὶ τὰς προφάσεις ἐξ ὧν τίκτονται προαναιρεῖν, μὴ περιμένειν αὐτὰς συστῆναι καὶ ἐν τοῖς τῶν πολλῶν διαθρυληθῆναι στόμασι· τηνικαῦτα γὰρ οὔτε εὔπορον αὐτὰς ἀφανίσαι λοιπόν, ἀλλὰ καὶ λίαν δυσχερές, τάχα δὲ καὶ ἀδύνατον, οὔτε ἀζήμιον τῷ μετὰ τὴν τῶν πολλῶν βλάβην τοῦτο γίνεσθαι. Ἀλλὰ γὰρ μέχρι τίνος οὐ στήσομαι διώκων ἀκίχητα; Τὸ γὰρ ἁπάσας τὰς ἐκεῖ δυσχερείας καταλέγειν οὐδὲν ἕτερόν ἐστιν ἢ πέλαγος ἀναμετρεῖν. Καὶ γὰρ ὅταν τις αὐτὸς παντὸς καθαρεύσῃ πάθους, ὃ τῶν ἀδυνάτων ἐστίν, ἵνα τὰ τῶν ἄλλων ἐπανορθώσῃ πταίσματα, μυρία ὑπομένειν ἀναγκάζεται δεινά· προστεθέντων δὲ καὶ τῶν οἰκείων νοσημάτων, θέα τὴν ἄβυσσον τῶν πόνων καὶ τῶν φροντίδων καὶ ὅσα πάσχειν ἀνάγκη τῶν τε οἰκείων καὶ τῶν ἀλλοτρίων βουλόμενον περιγενέσθαι κακῶν. 6.10 ιʹ. Ὅτι οὐ μέγα σῶσαι ἑαυτόν Καὶ ὁ Βασίλειος· Νῦν δέ, φησίν, οὐ δεῖ σοι πόνων, οὐδὲ φροντίδας ἔχεις κατὰ σαυτὸν ὤν. {ΙΩ.} Ἔχω μέν, ἔφην, καὶ νῦν· πῶς γὰρ ἔστιν, ἄνθρωπον ὄντα καὶ τὸν πολύμοχθον τοῦτον βιοῦντα βίον, φροντίδων ἀπηλλάχθαι καὶ ἀγωνίας; Ἀλλ' οὐκ ἔστιν ἴσον εἰς πέλαγος ἄπειρον ἐμπεσεῖν καὶ ποταμὸν παραπλεῖν· τοσοῦτο γὰρ τούτων κἀκείνων τῶν φροντίδων τὸ μέσον. Νῦν μὲν γὰρ εἰ μὲν δυνηθείην καὶ ἑτέροις γενέσθαι χρήσιμος, βουλοίμην ἂν καὶ αὐτὸς καὶ πολλῆς μοι τοῦτο ἔργον εὐχῆς· εἰ δὲ οὐκ ἔστιν ἕτερον ὀνῆσαι, ἐμαυτὸν γοῦν ἐὰν ἐγγένηται διασῶσαι καὶ τοῦ κλύδωνος ἐξελεῖν, ἀρκεσθήσομαι τούτῳ. Εἶτα τοῦτο οἴει μέγα, φησίν, εἶναι, ὁ Βασίλειος, ὅλως δὲ καὶ σωθήσεσθαι νομίζεις, ἑτέρῳ μηδενὶ γενόμενος χρήσιμος; {ΙΩ.} Εὖ καὶ καλῶς, ἔφην, εἴρηκας· οὐδὲ γὰρ αὐτὸς τοῦτο πιστεύειν ἔχω ὅτι σώζεσθαι ἔνεστι τὸν οὐδὲν εἰς τὴν τοῦ πλησίον κάμνοντα σωτηρίαν· οὐδὲ γὰρ ἐκεῖνον τὸν δείλαιον ὤνησέ τι τὸ μὴ μειῶσαι τὸ τάλαντον, ἀλλ' ἀπώλεσε τὸ μὴ πλεονάσαι καὶ διπλοῦν προσενεγκεῖν. Πλὴν ἀλλ' ἐπιεικεστέραν μοι τὴν τιμωρίαν οἶμαι ἔσεσθαι ἐγκαλουμένῳ διὰ τί μὴ καὶ ἑτέρους ἔσωσα ἢ διὰ τί καὶ ἑτέρους καὶ ἐμαυτὸν προσαπώλεσα, πολὺ χείρων γενόμενος μετὰ τὴν τοσαύτην τιμήν. Νῦν μὲν γὰρ τοσαύτην ἔσεσθαί μοι πιστεύω τὴν κόλασιν ὅσην ἀπαιτεῖ τῶν ἁμαρτημάτων τὸ μέγεθος· μετὰ δὲ τὸ δέξασθαι τὴν ἀρχὴν οὐ διπλῆν μόνον καὶ τριπλῆν, ἀλλὰ καὶ πολλαπλασίονα, τῷ τε πλείονας σκανδαλίσαι καὶ τῷ μετὰ μείζονα τιμὴν προσκροῦσαι τῷ τετιμηκότι Θεῷ. 6.11 ιαʹ. Ὅτι πολλῷ χαλεπωτέρα μένει τιμωρία τὰ τῶν ἱερέων ἁμαρτήματα ἢ τὰ τῶν ἰδιωτῶν ∆ιά τοι τοῦτο καὶ τῶν Ἰσραηλιτῶν κατηγορῶν σφοδρότερον, τούτῳ δείκνυσιν αὐτοὺς μείζονος ὄντας κολάσεως ἀξίους τῷ μετὰ τὰς παρ' αὐτοῦ γενομένας εἰς αὐτοὺς τιμὰς ἁμαρτεῖν, ποτὲ μὲν λέγων· «Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν