53
αὐτοῖς συνοδοιπορεῖν, οὔτε κατιοῦσιν, οὔτε ἀνιοῦσιν, αἰνιττόμενος ὅτι μέγαν ἔχουσι συνοδοιπόρον, τὸ τεχθὲν παιδίον· ὃς καὶ τὰ πράγματα πάντα μετέβαλεν ὁμοῦ φανεὶς, καὶ τοὺς ἐχθροὺς παρεσκεύασε πολλὰ πρὸς τὴν οἰκονομίαν διακονήσασθαι ταύτην. Καὶ γὰρ μάγοι καὶ βάρβαροι τὴν πατρῴαν δεισιδαιμονίαν ἀφέντες, ἔρχονται προσκυνήσοντες· καὶ ὁ Αὔγουστος ὑπηρετεῖται τῷ ἐν Βηθλεὲμ τόκῳ, διὰ τοῦ προστάγματος τῆς ἀπογραφῆς· ἡ Αἴγυπτος διασώζει δεξαμένη φεύγοντα καὶ ἐπιβουλευόμενον, καὶ λαμβάνει τινὰ τῆς πρὸς αὐτὸν οἰκειώσεως ἀφορμήν· ἵν' ὅταν μέλλῃ κηρυττόμενον αὐτὸν ἀκούειν παρὰ τῶν Ἀποστόλων, καὶ ἐπὶ τούτῳ καλλωπίζηται, ἅτε αὐτὸν δεξαμένη πρώτη. Καὶ μὴν τῆς Παλαιστίνης ἦν τὸ προτέρημα τοῦτο μόνης· ἀλλ' αὕτη θερμοτέρα ἐκείνης γέγονε. Καὶ νῦν ἐλθὼν εἰς τὴν ἔρημον τῆς Αἰγύπτου, παραδείσου παντὸς βελτίω τὴν ἔρημον ταύτην ὄψει γεγενημένην, καὶ χοροὺς ἀγγέλων μυρίους ἐν ἀνθρωπίνοις σχήμασι, καὶ δήμους μαρτύρων, καὶ συλλόγους παρθένων· καὶ πᾶσαν μὲν τοῦ διαβόλου τὴν τυραννίδα καταλελυμένην, τὴν δὲ τοῦ Χριστοῦ βασιλείαν διαλάμπουσαν. Καὶ τὴν ποιητῶν καὶ σοφῶν καὶ μάγων μητέρα, καὶ τὴν πᾶν εἶδος μαγγανείας εὑροῦσαν καὶ τοῖς ἄλλοις διαδοῦσαν, ταύτην ὄψει νῦν ἐπὶ τοῖς ἁλιεῦσι καλλωπιζομένην, καὶ ἐκείνων μὲν καταφρονοῦσαν ἁπάντων, τὸν δὲ τελώνην καὶ σκηνοποιὸν πανταχοῦ περιφέρουσαν, καὶ τὸν σταυρὸν προβαλλομένην. Καὶ ταῦτα οὐκ ἐν ταῖς πόλεσι μόνον τὰ ἀγαθὰ, ἀλλὰ καὶ ἐν ταῖς ἐρήμοις μᾶλλον ἢ ἐν ταῖς πόλεσι. Καὶ γὰρ ἔστιν ἰδεῖν πανταχοῦ τῆς χώρας ἐκείνης τοῦ Χριστοῦ τὸ στρατόπεδον, καὶ τὴν βασιλικὴν ἀγέλην, καὶ τὴν τῶν ἄνω δυνάμεων πολιτείαν· καὶ ταῦτα οὐκ ἐπ' ἀνδράσι μόνον, ἀλλὰ καὶ ἐν γυναικείᾳ φύσει κρατοῦντα εὕροι τις ἄν. Καὶ γὰρ καὶ ἐκεῖναι οὐχ ἧττον ἀνδρῶν φιλοσοφοῦσιν, οὐκ ἀσπίδα λαμβάνουσαι καὶ ἀναβαίνουσαι ἵππον, καθάπερ οἱ σεμνοὶ τῶν Ἑλλήνων κελεύουσι νομοθέται καὶ φιλόσοφοι, ἀλλ' ἑτέραν πολὺ χαλεπωτέραν ἀναδεχόμεναι μάχην. Κοινὸς γὰρ αὐταῖς καὶ ἀνδράσιν ὁ πόλεμος πρὸς τὸν διάβολον καὶ τὰς ἐξουσίας· καὶ οὐδαμοῦ τὸ τῆς φύσεως ἁπαλὸν ἐμπόδιον γίνεται ταῖς τοιαύταις συμβολαῖς· οὐ γὰρ σωμάτων φύσει, ἀλλὰ ψυχῆς προαιρέσει ταῦτα κρίνεται τὰ παλαίσματα. ∆ιὰ τοῦτο καὶ γυναῖκες ἀνδρῶν μᾶλλον ἠγωνίσαντο πολλάκις, καὶ φαιδρότερα τρόπαια ἔστησαν. Οὐχ οὕτως ἐστὶ λαμπρὸς ὁ 57.88 οὐρανὸς τῷ ποικίλῳ τῶν ἄστρων χορῷ, ὡς ἡ ἔρημος Αἰγύπτου, τὰς σκηνὰς πανταχόθεν ἡμῖν δεικνύουσα τῶν μοναχῶν. εʹ. Εἴ τις τὴν παλαιὰν Αἴγυπτον ἐκείνην, τὴν θεομάχον καὶ μαινομένην, τὴν τῶν αἰλούρων δούλην, τὴν κρόμμυα δεδοικυῖαν καὶ τρέμουσαν οἶδεν, οὗτος εἴσεται καλῶς τοῦ Χριστοῦ τὴν ἰσχύν. Μᾶλλον δὲ οὐ χρεία ἡμῖν παλαιῶν διηγημάτων· ἔτι γὰρ καὶ νῦν τῆς ἀνοήτου ἐκείνης λείψανα μένει πρὸς ἀπόδειξιν τῆς προτέρας μανίας. Ἀλλ' ὅμως οὗτοι οἱ τὸ παλαιὸν πάντες πρὸς τοσαύτην ἀποῤῥαγέντες μανίαν, περὶ οὐρανοῦ καὶ τῶν ὑπὲρ οὐρανὸν φιλοσοφοῦσι πραγμάτων, καὶ καταγελῶσι τῶν πατρῴων ἐθῶν, καὶ τοὺς προγόνους ταλανίζουσι, καὶ τῶν φιλοσόφων οὐδένα ποιοῦνται λόγον. Ἔμαθον γὰρ διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι τὰ μὲν ἐκείνων γραϊδίων μεθυόντων ἐστὶν εὑρέματα, ἡ δὲ ὄντως φιλοσοφία καὶ τῶν οὐρανῶν ἀξία αὕτη ἐστὶν ἡ διὰ τῶν ἁλιέων αὐτοῖς καταγγελθεῖσα. ∆ιὰ δὴ τοῦτο μετὰ τῆς τοσαύτης ἀκριβείας τῶν δογμάτων, καὶ τὴν ἀπὸ τοῦ βίου πολλὴν ἐνδείκνυνται σπουδήν. Τὰ γὰρ ὄντα ἀποδυσάμενοι πάντα, καὶ τῷ κόσμῳ σταυρωθέντες παντὶ, καὶ περαιτέρω πάλιν ἐλαύνουσι, τῇ τοῦ σώματος ἐργασίᾳ πρὸς τὴν τῶν δεομένων ἀποχρώμενοι τροφήν. Οὐδὲ γὰρ ἐπειδὴ νηστεύουσι καὶ ἀγρυπνοῦσιν, ἀργεῖν μεθ' ἡμέραν ἀξιοῦσιν· ἀλλὰ τὰς μὲν νύκτας τοῖς ἱεροῖς ὕμνοις καὶ ταῖς παννυχίσι, τὰς δὲ ἡμέρας εἰς εὐχάς τε ὁμοῦ καὶ τὴν ἀπὸ τῶν χειρῶν ἐργασίαν καταναλίσκουσι, τὸν ἀποστολικὸν μιμούμενοι ζῆλον. Εἰ γὰρ ἐκεῖνος, τῆς οἰκουμένης πρὸς αὐτὸν βλεπούσης, ἵνα τοὺς δεομένους διατρέφῃ, καὶ ἐργαστήριον κατέλαβε, καὶ τέχνην μετεχείρισε, καὶ οὐδὲ τὰς νύκτας ἐκάθευδε τοῦτο ποιῶν·