1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

54

ταπεινοῦσιν αὗται. Ὥσπερ οὖν θηρία χαλεπά, ὅταν μὲν εὐσωματῇ καὶ σφριγᾷ, τῶν πρὸς αὐτὰ μαχομένων κρατεῖ, καὶ μάλιστα ὅταν ἀσθενεῖς ὦσι καὶ ἄπειροι, εἰ δέ τις αὐτὰ λιμῷ κατατήξειε, τόν τε θυμὸν αὐτοῖς ἐκοίμισε καὶ τῆς δυνάμεως τὸ πλέον ἔσβεσεν, ὡς καὶ τὸν μὴ λίαν γενναῖον ἀναδέξασθαι τὸν πρὸς ταῦτα ἀγῶνα καὶ πόλεμον, οὕτω καὶ τὰ πάθη τῆς ψυχῆς, ὁ μὲν ἀσθενῆ ποιῶν ὑπὸ τοῖς ὀρθοῖς αὐτὰ τίθησι λογισμοῖς, ὁ δὲ τρέφων ἐπιμελῶς χαλεπωτέραν αὑτῷ τὴν πρὸς αὐτὰ καθίστησι μάχην καὶ οὕτως αὐτῷ φοβερὰ ταῦτα ἀπεργάζεται ὡς ἐν δουλείᾳ καὶ δειλίᾳ τὸν πάντα χρόνον βιοῦν. Τίς οὖν τῶν θηρίων τούτων ἡ τροφή; Κενοδοξίας μὲν τιμαὶ καὶ ἔπαινοι, ἀπονοίας δὲ ἐξουσίας καὶ δυναστείας μέγεθος, βασκανίας δὲ αἱ τῶν πλησίον εὐδοκιμήσεις, φιλαργυρίας, αἱ τῶν παρεχόντων φιλοτιμίαι, ἀκολασίας, τρυφὴ καὶ αἱ συνεχεῖς τῶν γυναικῶν ἐντεύξεις, καὶ ἕτερον ἑτέρου. Πάντα δὲ ταῦτα εἰς μὲν τὸ μέσον ἐλθόντι σφοδρῶς ἐπιθήσεται καὶ σπαράξει μοι τὴν ψυχὴν καὶ φοβερὰ ἔσται καὶ χαλεπώτερόν μοι τὸν πρὸς αὐτὰ ποιήσει πόλεμον. Ἐνταῦθα δὲ καθημένῳ, μετὰ πολλῆς μὲν καὶ οὕτως ὑποταγήσεται τῆς βίας, ὑποταγήσεται δ' οὖν ὅμως τῇ τοῦ Θεοῦ χάριτι καὶ τῆς ὑλακῆς αὐτοῖς οὐδὲν ἔσται πλέον. ∆ιὰ ταῦτα τὸν οἰκίσκον φυλάττω τοῦτον καὶ ἀπρόσιτος καὶ ἀσυνουσίαστος καὶ ἀκοινώνητος, καὶ μυρίας ἑτέρας τοιαύτας μέμψεις ἀκούειν ἀνέχομαι, ἡδέως μὲν ἂν αὐτὰς ἀποτριψάμενος, τῷ δὲ μὴ δύνασθαι δακνόμενος καὶ ἀλγῶν· οὐδὲ γὰρ εὔπορόν μοι ὁμιλητικόν τε ὁμοῦ γενέσθαι καὶ ἐπὶ τῆς παρούσης ἀσφαλείας μένειν. ∆ι' ὃ καὶ αὐτόν σε παρακαλῶ, τὸν ὑπὸ τοσαύτης δυσχερείας ἀπειλημμένον ἐλεεῖν μᾶλλον ἢ διαβάλλειν. Ἀλλ' οὐδέπω σε πείθομεν· οὐκοῦν ὥρα λοιπὸν ὃ μόνον εἶχον ἀπόρρητον πρὸς σὲ καὶ τοῦτο ἐκβαλεῖν. Καὶ ἴσως μὲν ἄπιστον εἶναι δόξει πολλοῖς· ἐγὼ δὲ αὐτὸ οὐδὲ οὕτως εἰς μέσον ἐνεγκεῖν αἰσχυνθήσομαι. Εἰ γὰρ καὶ πονηρᾶς συνειδήσεως καὶ μυρίων ἁμαρτημάτων ἔλεγχος τὸ λεγόμενον, τοῦ μέλλοντος ἡμᾶς κρίνειν Θεοῦ πάντα εἰδότος ἀκριβῶς, τί πλέον ἡμῖν ἐκ τῆς τῶν ἀνθρώπων ἀγνοίας ἐγγενέσθαι δυνήσεται. Τί οὖν ἐστι τὸ ἀπόρρητον; Ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐν ᾗ ταύτην ἐνέθηκάς μοι τὴν ὑποψίαν, πολλάκις ἐκινδύνευσέ μοι παραλυθῆναι τὸ σῶμα τέλεον, τοσοῦτος μὲν φόβος, τοσαύτη δὲ ἀθυμία κατέσχε μου τὴν ψυχήν. Τῆς γὰρ Χριστοῦ νύμφης τὴν δόξαν ἐννοῶν, τὴν ἁγιωσύνην, τὸ κάλλος τὸ πνευματικόν, τὴν σύνεσιν, τὴν εὐκοσμίαν, καὶ τὰ ἐμαυτοῦ λογιζόμενος κακά, οὐ διελίμπανον ἐκείνην τε πενθῶν καὶ ἐμαυτὸν ταλανίζων, καὶ στένων συνεχῶς καὶ διαπορῶν πρὸς ἐμαυτὸν ἔλεγον· Τίς ἄρα ταῦτα συνεβούλευσε; τί τοσοῦτον ἥμαρτεν ἡ τοῦ Θεοῦ Ἐκκλησία; τί τηλικοῦτο παρώξυνε τὸν αὐτῆς δεσπότην ὡς τῷ πάντων ἀτιμοτάτῳ παραδοθῆναι ἐμοὶ καὶ τοσαύτην ὑπομεῖναι αἰσχύνην; Ταῦτα πολλάκις κατ' ἐμαυτὸν λογιζόμενος καὶ τοῦ λίαν ἀτόπου μηδὲ τὴν ἐνθύμησιν δυνάμενος ἐνεγκεῖν, ὥσπερ οἱ παραπλῆγες ἐκείμην ἀχανής, οὔτε ὁρᾶν οὔτε ἀκούειν τι δυνάμενος. Τῆς δὲ ἀμηχανίας με τῆς τοσαύτης ἀφείσης -καὶ γὰρ ἔστιν ὅτε καὶ ὑπεξίστατο-, διεδέχετο δάκρυα καὶ ἀθυμία, καὶ μετὰ τὸν τῶν δακρύων κόρον, ἀντεισῄει πάλιν ὁ φόβος, ταράττων καὶ θορυβῶν καὶ διασείων μοι τὴν διάνοιαν. Τοσαύτῃ ζάλῃ τὸν παρελθόντα συνέζων χρόνον· σὺ δὲ ἠγνόεις καὶ ἐν γαλήνῃ με διάγειν ἐνόμιζες. Ἀλλὰ νῦν σοι ἀποκαλύψαι πειράσομαι τὸν χειμῶνα τῆς ἐμῆς ψυχῆς· τάχα γάρ μοι καὶ ἀπὸ τούτου συγγνώσῃ, τὰ ἐγκλήματα ἀφείς. Πῶς οὖν σοι, πῶς αὐτὸν ἐκκαλύψωμεν; Εἰ μὲν σαφῶς ἐθέλοις ἰδεῖν, ἑτέρως οὐκ ἐνῆν ἀλλ' ἢ τὴν καρδίαν γυμνώσαντα τὴν ἐμήν. Ἐπειδὴ δὲ τοῦτο ἀδύνατον, δι' ἀμυδρᾶς τινος εἰκόνος, ὡς ἂν οἷός τε ὦ, πειράσομαί σοι τὸν τῆς ἀθυμίας τέως ὑποδεῖξαι καπνόν· σὺ δὲ ἐκ τῆς εἰκόνος τὴν ἀθυμίαν σύλλεγε μόνην. Ὑποθώμεθα εἶναί τινι μνηστὴν τοῦ πάσης τῆς ὑφ' ἡλίῳ κειμένης γῆς βασιλεύοντος θυγατέρα, ταύτην τε τὴν κόρην κάλλος τε ἔχειν