55
Χριστιανοῦ; Τὸ ἀγαπᾷν ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. Τί ἴδιον Χριστιανοῦ; Τὸ προορᾶσθαι τὸν Κύριον ἐνώπιον αὐτοῦ διὰ παντός. Τί ἴδιον Χριστιανοῦ; Τὸ ἐφ' ἑκάστης ἡμέρας καὶ ὥρας γρηγορεῖν, καὶ ἐν τῇ τελειότητι τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἕτοιμον εἶναι, εἰδότα, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖ, ὁ Κύριος ἔρχεται.