55
αʹ. Καὶ μὴν οὐκ ἐχρῆν θυμωθῆναι, ἀλλὰ φοβηθῆναι καὶ συσταλῆναι, καὶ ἰδεῖν ὅτι ἀνηνύτοις ἐπιχειρεῖ πράγμασιν. Ἀλλ' οὐ καταστέλλεται. Ὅταν γὰρ ἀγνώμων ᾖ ψυχὴ καὶ ἀνίατος, οὐδενὶ εἴκει τῶν παρὰ τοῦ Θεοῦ δεδομένων φαρμάκων. Ὅρα γοῦν καὶ τοῦτον τοῖς προτέροις ἐπαγωνιζόμενον, καὶ φόνῳ φόνους συνάπτοντα, καὶ κατὰ κρημνοῦ πανταχοῦ φερόμενον. Ὥσπερ γὰρ ὑπό τινος δαίμονος τῆς ὀργῆς ταύτης καὶ τῆς βασκανίας ἐκβακχευθεὶς, οὐδενὸς ποιεῖται λόγον, ἀλλὰ καὶ κατὰ τῆς φύσεως αὐτῆς μαίνεται, καὶ τὴν ὀργὴν τὴν κατὰ τῶν ἐμπαιξάντων μάγων, κατὰ τῶν οὐδὲν ἠδικηκότων παίδων ἀφίησι, συγγενὲς δρᾶμα τῶν ἐν Αἰγύπτῳ γενομένων τότε ἐν Παλαιστίνῃ τολμῶν. Ἀποστείλας γὰρ, φησὶν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε. Καὶ γὰρ πολλοὶ πολλὰ 57.176 φλυαροῦσιν ὑπὲρ τῶν παίδων τούτων, ἀδικίαν ἐγκαλοῦντες τοῖς γεγενημένοις· καὶ οἱ μὲν ἐπιεικέστερον ὑπὲρ αὐτῶν διαποροῦσιν, οἱ δὲ θρασύτερον καὶ μανικώτερον. Ἵν' οὖν τοὺς μὲν τῆς μανίας, τοὺς δὲ τῆς ἀπορίας ἀπαλλάξωμεν, ἀνάσχεσθε μικρὸν διαλεγομένων ἡμῶν περὶ τῆς ὑποθέσεως ταύτης. Εἰ γὰρ δὴ τοῦτο ἐγκαλοῦσιν, ὅτι περιώφθη τὰ παιδία ἀναιρούμενα, ἐγκαλέσουσι καὶ τῇ τῶν στρατιωτῶν σφαγῇ τῶν τὸν Πέτρον φυλαττόντων. Ὥσπερ γὰρ ἐνταῦθα τοῦ παιδίου φυγόντος, ἕτερα παιδία ἀντὶ τοῦ ζητουμένου κατασφάττεται· οὕτω δὴ καὶ τότε τὸν Πέτρον τοῦ δεσμωτηρίου καὶ τῶν ἁλύσεων ἀπαλλάξαντος τοῦ ἀγγέλου, ὁμώνυμός τις τοῦ τυράννου τούτου καὶ ὁμότροπος ζητήσας καὶ οὐχ εὑρὼν, τοὺς τηροῦντας αὐτὸν στρατιώτας ἀπέκτεινεν ἀντ' ἐκείνου. Καὶ τί τοῦτο; φησί· τοῦτο γὰρ οὐ λύσις, ἀλλὰ προσθήκη τοῦ ζητουμένου. Οἶδα κἀγὼ, καὶ διὰ τοῦτο εἰς μέσον πάντα φέρω τὰ τοιαῦτα, ἵνα πᾶσι μίαν ἐπαγάγω τὴν λύσιν. Τίς οὖν ἐστι τούτων ἡ λύσις; καὶ τίνα ἂν ἔχοιμεν λόγον εὐπρόσωπον εἰπεῖν; Ὅτι οὐχ ὁ Χριστὸς τῆς σφαγῆς αὐτοῖς αἴτιος γέγονεν, ἀλλ' ἡ ὠμότης τοῦ βασιλέως· ὥσπερ οὖν οὐδὲ ἐκείνοις ὁ Πέτρος, ἀλλ' ἡ ἄνοια τοῦ Ἡρώδου. Εἰ μὲν γὰρ τοῖχον διορυγέντα εἶδεν, ἢ θύρας ἀνατραπείσας, εἶχεν ἴσως ῥαθυμίαν ἐγ 57.177 καλέσαι τοῖς φυλάττουσι τὸν Ἀπόστολον στρατιώταις· νυνὶ δὲ πάντων ἐπὶ σχήματος μενόντων, καὶ τῶν θυρῶν ἀποκεκλεισμένων, καὶ τῶν ἁλύσεων ταῖς χέρσι τῶν φυλαττόντων συμβεβλημένων (καὶ γὰρ ἦσαν αὐτῷ συνδεδεμένοι), ἠδύνατο συλλογίσασθαι ἐκ τούτων, εἴγε ὀρθῶς ἐδίκαζε τοῖς γινομένοις, ὅτι οὐκ ἀνθρωπίνης δυνάμεως ἦν, οὐδὲ κακουργίας τὸ γινόμενον, ἀλλὰ θείας τινὸς καὶ παραδοξοποιοῦ δυνάμεως, καὶ προσκυνῆσαι τὸν ποιήσαντα ταῦτα, ἀλλ' οὐ πολεμῆσαι τοῖς φυλάττουσιν. Οὕτω γὰρ ὁ Θεὸς ἐποίησεν ἅπερ ἐποίησεν ἅπαντα, ὡς μὴ μόνον τοὺς φύλακας μὴ προδοῦναι, ἀλλὰ καὶ τὸν βασιλέα δι' αὐτῶν χειραγωγῆσαι πρὸς τὴν ἀλήθειαν. Εἰ δὲ ἀγνώμων ἐκεῖνος ἐφάνη, τί πρὸς τὸν σοφὸν τῶν ψυχῶν ἰατρὸν καὶ πάντα ἐπ' εὐεργεσίᾳ πραγματευόμενον ἡ τοῦ κάμνοντος ἀταξία; Ὃ δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν. Τίνος γὰρ ἕνεκεν ἐθυμώθης, ὦ Ἡρώδη, παρὰ τῶν μάγων ἐμπαιχθείς; Οὐκ ἔγνως ὅτι θεῖος ὁ τόκος ἦν; οὐ σὺ τοὺς ἀρχιερεῖς ἐκάλεσας; οὐ σὺ τοὺς γραμματέας συνήγαγες; οὐχὶ κληθέντες ἐκεῖνοι καὶ τὸν Προφήτην μεθ' ἑαυτῶν εἰς τὸ σὸν εἰσήγαγον δικαστήριον ταῦτα ἄνωθεν προαναφωνοῦντα; οὐκ εἶδες τὰ παλαιὰ τοῖς νέοις συμφωνοῦντα; οὐκ ἤκουσας ὅτι καὶ ἀστὴρ τούτοις διηκονήσατο; οὐκ ᾐδέσθης τῶν βαρβάρων τὴν σπουδήν; οὐκ ἐθαύμασας αὐτῶν τὴν παῤῥησίαν; οὐκ ἔφριξας τοῦ Προφήτου τὴν ἀλήθειαν; οὐκ ἐνενόησας ἀπὸ τῶν προτέρων καὶ τὰ ἔσχατα; Τίνος ἕνεκεν οὐκ ἐλογίσω κατὰ σεαυτὸν ἐκ τούτων ἁπάντων, ὅτι οὐ τῆς ἀπάτης τῶν μάγων ἦν τὸ γινόμενον, ἀλλὰ θείας δυνάμεως πάντα πρὸς τὸ δέον οἰκονομούσης; Εἰ δὲ καὶ ἠπατήθης παρὰ τῶν μάγων, τί πρὸς τὰ παιδία τὰ οὐδὲν ἠδικηκότα· βʹ. Ναὶ, φησίν· ἀλλὰ τὸν μὲν Ἡρώδην καλῶς ἀπεστέρησας τῆς ἀπολογίας, καὶ μιαιφόνον ἔδειξας· οὐδέπω δὲ τὸν περὶ τῆς ἀδικίας τῶν γεγενημένων