56
ἔλυσας λόγον. Εἰ γὰρ καὶ ἐκεῖνος ἀδίκως ἔπραττε, τίνος ἕνεκεν ὁ Θεὸς συνεχώρησε; Τί οὖν ἂν εἴποιμεν πρὸς τοῦτο; Ὅπερ ἀεὶ καὶ ἐν Ἐκκλησίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πανταχοῦ λέγων οὐ παύομαι· ὃ καὶ ὑμᾶς βούλομαι μετὰ ἀκριβείας διατηρεῖν· κανὼν γάρ τις ἐστὶ πρὸς ἅπασαν ἡμῖν τοιαύτην ἁρμόττων ἀπορίαν. Τίς οὖν ἐστιν ὁ κανὼν, καὶ τίς ὁ λόγος; Ὅτι οἱ μὲν ἀδικοῦντες πολλοὶ, ὁ δὲ ἀδικούμενος οὐδὲ εἷς. Καὶ ἵνα μὴ ἐπὶ πλεῖον ὑμᾶς τὸ αἴνιγμα ταράττῃ, καὶ τὴν λύσιν ἐπάγω ταχέως. Ὅπερ γὰρ ἂν πάθωμεν ἀδίκως παρ' ὁτουοῦν, ἢ εἰς ἁμαρτημάτων διάλυσιν ὁ Θεὸς ἡμῖν λογίζεται τὴν ἀδικίαν ἐκείνην, ἢ εἰς μισθῶν ἀντίδοσιν. Καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, ἐπὶ ὑποδείγματος τὸν λόγον ἀγάγωμεν. Θῶμεν γὰρ εἶναί τινα οἰκέτην πολλὰ ὀφείλοντα τῷ δεσπότῃ χρήματα· εἶτα παρὰ ἀδίκων ἀνδρῶν ἐπηρεασθῆναι τὸν οἰκέτην τοῦτον, καὶ ἀφαιρεθῆναί τινα τῶν αὐτοῦ. Ἂν τοίνυν ὁ δεσπότης ὁ κωλῦσαι δυνάμενος τὸν ἅρπαγα καὶ πλεονέκτην, ἐκεῖνα μὲν μὴ ἀποκαταστήσῃ τὰ χρήματα, εἰς δὲ τὰ ὀφειλόμενα αὐτῷ παρὰ τοῦ δούλου λογίσηται τὰ ἀφαιρεθέντα, ἆρα μὴ ἠδίκηται ὁ οἰκέτης; Οὐδαμῶς. Τί δὲ, ἂν καὶ πλείονα ἀποδῷ; ἆρα οὐχὶ καὶ μειζόνως ἐκέρδανε; Παντί που δῆλον. Τοῦτο τοίνυν καὶ ἐφ' ὧν 57.178 ἡμεῖς πάσχομεν, λογισώμεθα. Ὅτι γὰρ ὑπὲρ ὧν ἂν πάθωμεν κακῶς, ἢ ἁμαρτήματα διαλυόμεθα, ἢ λαμπροτέρους λαμβάνομεν στεφάνους, ἂν μὴ ἁμαρτήματα τοσαῦτα ἔχωμεν, ἄκουσον τοῦ Παύλου λέγοντος πρὸς τὸν πεπορνευκότα· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Καὶ τί τοῦτο; φησί. Περὶ γὰρ τῶν ἀδικουμένων παρ' ἑτέρων ὁ λόγος ἦν, οὐ περὶ τῶν παρὰ τῶν διδασκάλων διορθουμένων. Μάλιστα μὲν οὐδὲν τὸ μέσον· τὸ γὰρ ζητούμενον ἦν, εἰ τὸ παθεῖν κακῶς οὐκ ἔστιν ἐπήρεια τῷ παθόντι. Ἀλλ' ἵνα καὶ πρὸς τὸ ἐγγύτερον τοῦ ζητουμένου ἀγάγω τὸν λόγον, ἀναμνήσθητι τοῦ ∆αυΐδ, ὃς τὸν Σεμεῒ τότε ὁρῶν ἐπικείμενον καὶ ἐναλλόμενον αὐτοῦ τῇ συμφορᾷ, καὶ μυρίοις αὐτὸν ὀνείδεσι πλύνοντα, βουλομένων ἀνελεῖν τῶν στρατηγῶν, διεκώλυε λέγων· Ἄφετε αὐτὸν καταρᾶσθαι, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας ταύτης ἐν τῇ ἡμέρᾳ ταύτῃ. Καὶ ἐν τοῖς Ψαλμοῖς δὲ ᾄδων ἔλεγεν· Ἴδε τοὺς ἐχθρούς μου ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ὁ Λάζαρος δὲ διὰ τοῦτο ἀπέλαυσεν ἀνέσεως, ἐπειδὴ μυρία κατὰ τὸν βίον τοῦτον ἔπαθε κακά. Οὐκ ἄρα ἠδίκηνται οἱ ἀδικηθέντες, ἐὰν γενναίως ἐνέγκωσιν ἅπερ πάσχουσιν ἅπαντα, ἀλλὰ καὶ μειζόνως κερδαίνουσιν, ἄν τε παρὰ τοῦ Θεοῦ πλήττωνται, ἄν τε παρὰ τοῦ διαβόλου μαστίζωνται. Καὶ ποίαν εἶχον ἁμαρτίαν τὰ παιδία, φησὶν, ἵνα ταύτην διαλύσωνται; περὶ μὲν γὰρ τῶν ἐν ἡλικίᾳ γενομένων καὶ πολλὰ πεπλημμεληκότων εἰκότως ἄν τις ταῦτα εἴποι· οἱ δὲ ἄωρον οὕτως ὑπομείναντες τελευτὴν, ποῖα ἁμαρτήματα, δι' ὧν κακῶς ἔπαθον, ἀπέθεντο; Οὐκ ἤκουσάς μου λέγοντος, ὅτι κἂν ἁμαρτήματα μὴ ᾖ, μισθῶν ἀντίδοσις ἐκεῖ γίνεται τοῖς πάσχουσιν ἐνταῦθα κακῶς; Τί τοίνυν ἐβλάβη τὰ παιδία ἀναιρεθέντα ἐπὶ ὑποθέσει τοιαύτῃ, καὶ πρὸς τὸν ἀκύμαντον ταχέως ἀπενεχθέντα λιμένα; Ὅτι πολλὰ καὶ μεγάλα πολλάκις ἔμελλον, φησὶ, ζήσαντες κατορθοῦν. Ἀλλὰ διὰ τοῦτο οὐ μικρὸν αὐτοῖς προαποτίθεται τὸν μισθὸν, τὸ ἐπὶ ὑποθέσει τοιαύτῃ καταλῦσαι τὸν βίον. Ἄλλως δὲ οὐδ' ἂν εἴασεν, εἰ μεγάλοι τινὲς ἔμελλον ἔσεσθαι οἱ παῖδες, προαναρπασθῆναι. Εἰ γὰρ τοὺς ἐν πονηρίᾳ μέλλοντας ζῇν διηνεκῶς, μετὰ μακροθυμίας φέρει τοσαύτης, πολλῷ μᾶλλον τούτους οὐκ ἂν εἴασεν οὕτως ἀπενεχθῆναι, εἰ προῄδει μεγάλα τινὰ ἀνύσοντας. γʹ. Καὶ οὗτοι μὲν οἱ παρ' ἡμῶν λόγοι· οὐ μὴν ἅπαντες οὗτοι, ἀλλ' εἰσὶ καὶ τούτων ἀποῤῥητότεροι ἕτεροι, οὓς μετὰ ἀκριβείας οἶδεν ὁ ταῦτα οἰκονομῶν αὐτός. Παραχωρήσαντες τοίνυν αὐτῷ τῆς ἀκριβεστέρας ἐν τούτῳ καταλήψεως, τῶν ἑξῆς ἡμεῖς ἐχώμεθα, καὶ ἐν ταῖς ἑτέρων συμφοραῖς παιδευώμεθα πάντα φέρειν γενναίως. Καὶ γὰρ οὐ μικρὰ τότε κατέλαβε τὴν Βηθλεὲμ τραγῳδία, τῶν παίδων ἁρπαζομένων ἀπὸ τῆς θηλῆς τῶν μητέρων, καὶ