59
σε κελεύω; φησίν· ὅταν ἐξῇ σοι γενέσθαι τοιοῦτον, ὡς τὸν κόσμον ἅπαντα μὴ εἶναί σου ἄξιον; Οὕτω γὰρ ταῦτα εὐκαταφρόνητα, ὡς μηδὲ παρὰ τοῖς φιλοσοφοῦσι τῶν Ἑλλήνων ἀξιοῦσθαι λόγου τινὸς, ἀλλὰ τὰ ἐκτὸς καλεῖσθαι, καὶ τὴν ἐσχάτην χώραν κατέχειν. Καίτοιγε ὁ Παῦλος καταδέχεται, φησὶν, οὕτω λέγων· Κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ, διὰ τοὺς πατέρας. Ἀλλ' εἰπὲ, πότε, καὶ περὶ τίνων, καὶ πρὸς τίνας διαλεγόμενος. Πρὸς γὰρ τοὺς ἐξ ἐθνῶν μέγα φυσῶντας ἐπὶ τῇ πίστει, καὶ τῶν Ἰουδαίων κατεξανισταμένους, καὶ ταύτῃ μειζόνως αὐτοὺς ἀποῤῥηγνύντας· καταστέλλων μὲν ἐκείνων τὸ φύσημα, τούτους δὲ ἐφελκόμενος, καὶ πρὸς τὸν αὐτὸν διεγείρων ζῆλον. Ἐπεὶ ὅταν περὶ τῶν γενναίων ἐκείνων καὶ μεγάλων ἀνδρῶν λέγῃ ἄκουσον πῶς φησιν· Οἱ δὲ ταῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ ἑτέρας κρείττονος ὀρέγονται. Καὶ πάλιν· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Καὶ Ἰωάννης δὲ τοῖς πρὸς αὐτὸν ἐρχομένοις ἔλεγε· Μὴ δόξητε λέγειν, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Καὶ ὁ Παῦλος πάλιν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδὲ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ. Τί γὰρ οἱ τοῦ Σαμουὴλ ἀπώναντο παῖδες, εἰπέ μοι, τῆς εὐγενείας τοῦ πατρὸς, μὴ γενόμενοι τῆς ἀρετῆς τοῦ πατρὸς κληρονόμοι; τί δὲ οἱ τοῦ Μωϋσέως ἐκέρδαναν, μὴ ζηλώσαντες αὐτοῦ τὴν ἀκρίβειαν; Οὐκοῦν 57.182 οὐδὲ διεδέξαντο τὴν ἀρχήν· ἀλλ' αὐτοὶ μὲν αὐτὸν ἐπεγράφοντο πατέρα, ἡ δὲ δημαγωγία πρὸς ἕτερον μετέβαινε, τὸν κατ' ἀρετὴν αὐτοῦ γενόμενον υἱόν. Τί δὲ ὁ Τιμόθεος ἐβλάβη, πατρὸς Ἕλληνος ὤν; τί δ' αὖ πάλιν ὁ τοῦ Νῶε υἱὸς ἐκέρδανεν ἐκ τῆς τοῦ πατρὸς ἀρετῆς, δοῦλος ἀντ' ἐλευθέρου γενόμενος; Εἶδες πῶς οὐκ ἀρκεῖ πατρὸς εὐγένεια τοῖς γεννωμένοις εἰς προστασίαν; Ἡ γὰρ κακία τῆς προαιρέσεως τοὺς τῆς φύσεως ἐνίκησε νόμους, καὶ οὐ μόνον αὐτὸν τῆς εὐγενείας τῆς πρὸς τὸν γεγεννηκότα, ἀλλὰ καὶ τῆς ἐλευθερίας ἐξέβαλε. Τί δὲ καὶ Ἡσαῦ, οὐχὶ υἱὸς ἦν τοῦ Ἰσαὰκ, καὶ τὸν γεννήσαντα εἶχε προϊστάμενον αὐτοῦ; Καὶ γὰρ καὶ ὁ πατὴρ ἐσπούδαζε καὶ ἐπεθύμει μετασχεῖν αὐτὸν τῶν εὐλογιῶν, καὶ αὐτὸς ὑπὲρ τούτου τὰ κελευσθέντα πάντα ἐποίει. Ἀλλ' ὅμως ἐπειδὴ σκαιὸς ἦν, οὐδὲν αὐτὸν τούτων ὤνησεν· ἀλλὰ καὶ τῇ φύσει πρῶτος ὢν, καὶ τὸν πατέρα μεθ' ἑαυτοῦ πάντα ὑπὲρ τούτου πράττοντα ἔχων, ἐπειδὴ τὸν Θεὸν οὐκ εἶχε μεθ' ἑαυτοῦ, πάντων ἐξέπεσε. Καὶ τί λέγω τοὺς ἀνθρώπους; Υἱοὶ τοῦ Θεοῦ γεγόνασιν οἱ Ἰουδαῖοι, καὶ οὐδὲν ἀπὸ τῆς εὐγενείας ταύτης ἐκέρδαναν. Εἰ δὲ υἱὸς τοῦ Θεοῦ τις γενόμενος, ἂν μὴ τῆς εὐγενείας ταύτης ἀρετὴν ἐπιδείξηται ἀξίαν, καὶ κολάζεται μειζόνως, τί μοι προγόνων καὶ πάππων εὐγένειαν προφέρεις εἰς μέσον; Οὐδὲ γὰρ ἐν τῇ Παλαιᾷ μόνον, ἀλλὰ καὶ ἐν τῇ Καινῇ τοῦτο κεκρατηκὸς εὕροι τις ἄν· Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Ἀλλ' ὅμως τῶν τέκνων τούτων πολλοὺς ἔφησε μηδὲν ὠφελεῖσθαι παρὰ τοῦ πατρὸς ὁ Παῦλος· Ἐὰν γὰρ περιτέμνησθε, φησὶ, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Εἰ δὲ Χριστὸς οὐδὲν ὠφελεῖ τοὺς μὴ βουλομένους ἑαυτοῖς προσέχειν, πῶς ἄνθρωπος προστήσεται; Μὴ τοίνυν μήτε ἐπ' εὐγενείᾳ, μήτε ἐπὶ πλούτῳ μέγα φρονῶμεν, ἀλλὰ καὶ καταφρονῶμεν τῶν οὕτω διακειμένων· μήτε ἐπὶ πενίᾳ καταπίπτωμεν· ἀλλ' ἐκεῖνον ζητῶμεν τὸν πλοῦτον, τὸν ἐν ἔργοις ἀγαθοῖς· ἐκείνην φεύγωμεν τὴν πενίαν, τὴν ἐν κακίᾳ καθιστῶσαν ἡμᾶς, δι' ἣν καὶ ὁ πλούσιος ἐκεῖνος πένης ἦν· διόπερ οὐδὲ σταγόνος ἐγένετο κύριος, καὶ ταῦτα πολλὴν θεὶς ἱκετηρίαν. Καίτοι τίς ἂν οὕτω γένοιτο πένης παρ' ἡμῖν [ὡς καὶ ὕδατος πρὸς ἀπόλαυσιν ἀπορεῖν]; Οὐκ ἔστιν οὐδείς. Καὶ γὰρ καὶ οἱ ἐσχάτῳ λιμῷ τηκόμενοι, σταγόνος ἀπολαῦσαι δύνανται· καὶ οὐδὲ σταγόνος μόνης, ἀλλὰ καὶ πολλῷ πλείονος παραμυθίας. Ἀλλ' οὐχ ὁ πλούσιος ἐκεῖνος, ἀλλὰ καὶ μέχρι τούτου πένης ἦν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ παραμυθήσασθαί ποθεν τὴν πενίαν ἠδύνατο. Τί τοίνυν περὶ τὰ χρήματα κεχήναμεν, ὅταν εἰς τὸν οὐρανὸν ἡμᾶς μὴ εἰσάγῃ; Εἰπὲ γάρ μοι· εἰ