62
ἐκπλήρωσιν καλεῖ τῶν ἐντολῶν ἁπασῶν. Ἀλλ' ὅτι μὲν ὁ Χριστὸς διὰ τοῦτο ἐπὶ τὸ βάπτισμα ἦλθε, δῆλον ἐκ τούτου. Τίνος δὲ ἕνεκεν τὸ βάπτισμα αὐτῷ ἐπενοήθη τοῦτο; Ὅτι μὲν γὰρ οὐκ οἴκοθεν ὁ Ζαχαρίου παῖς, ἀλλὰ τοῦ Θεοῦ κινήσαντος αὐτὸν, ἐπὶ τοῦτο ἦλθε, καὶ ὁ Λουκᾶς αὐτὸ δηλοῖ λέγων, Ῥῆμα Κυρίου ἐγένετο ἐπ' αὐτὸν, τουτέστι, πρόσταγμα. Καὶ αὐτὸς δέ φησιν· Ὁ ἀποστείλας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Τίνος οὖν ἕνεκεν ἐπέμφθη βαπτίζειν; Πάλιν καὶ τοῦτο ὁ Βαπτιστὴς δῆλον ἡμῖν ποιεῖ, λέγων, ὅτι Ἐγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ἵνα φανῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐν ὕδατι βαπτίζων. Καὶ εἰ αὕτη μόνη ἡ αἰτία, πῶς φησιν ὁ Λουκᾶς, ὅτι Ἦλθεν εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν; Καίτοιγε οὐκ εἶχεν ἄφεσιν, ἀλλὰ τοῦτο τὸ δῶρον τοῦ μετὰ ταῦτα δοθέντος βαπτίσματος ἦν· ἐν τούτῳ γὰρ συνετάφημεν, καὶ ὁ παλαιὸς ἡμῶν ἄνθρωπος τότε συνεσταυρώθη, καὶ πρὸ τοῦ σταυροῦ οὐδαμοῦ φαίνεται ἄφεσις οὖσα· πανταχοῦ γὰρ τῷ αἵματι αὐτοῦ τοῦτο λογίζεται. Καὶ ὁ Παῦλος δέ φησιν· Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, οὐ διὰ τοῦ βαπτίσματος Ἰωάννου, ἀλλ' Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Καὶ ἀλλαχοῦ δέ φησιν· Ἰωάννης μὲν ἐκήρυξε βάπτισμα μετανοίας· καὶ οὐ λέγει, Ἀφέσεως· Ἵνα πιστεύσωσιν εἰς τὸν ἐρχόμενον μετ' αὐτόν. Οὔπω γὰρ τῆς θυσίας προσενηνεγμένης, οὐδὲ τοῦ πνεύματος καταβάντος, οὐδὲ τῆς ἁμαρτίας λυθείσης, οὐδὲ τῆς ἔχθρας ἀνῃρημένης, οὐδὲ τῆς κατάρας ἀφανισθείσης, πῶς ἔμελλεν ἄφεσις γίνεσθαι; βʹ. Τί οὖν ἐστι τὸ, Εἰς ἄφεσιν ἁμαρτιῶν; Ἀγνώμονες ἦσαν οἱ Ἰουδαῖοι, καὶ τῶν οἰκείων οὐδέποτε ᾐσθάνοντο ἁμαρτημάτων, ἀλλὰ τοῖς ἐσχάτοις ὄντες ὑπεύθυνοι κακοῖς, ἐδικαίουν ἑαυτοὺς πανταχοῦ· ὅπερ αὐτοὺς μάλιστα ἀπώλεσε, καὶ τῆς πίστεως ἀπήγαγε. Τοῦτο γοῦν καὶ ὁ Παῦλος ἐγκαλῶν αὐτοῖς ἔλεγεν, ὅτι Ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Καὶ πάλιν· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη, τὰ μὴ διώκοντα δικαιοσύνην, 57.186 κατέλαβε δικαιοσύνην· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε. ∆ιατί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων. Ἐπεὶ οὖν τοῦτο ἦν τὸ αἴτιον τῶν κακῶν, παραγίνεται ὁ Ἰωάννης, οὐδὲν ἕτερον ποιῶν, ἢ εἰς ἔννοιαν αὐτοὺς ἄγων τῶν οἰκείων ἁμαρτημάτων. Τοῦτο γοῦν καὶ τὸ σχῆμα αὐτοῦ ἐδήλου, μετανοίας καὶ ἐξομολογήσεως ὄν. Τοῦτο καὶ τὸ κήρυγμα ἐδείκνυ· οὐδὲν γὰρ ἄλλο ἔλεγεν, ἀλλ' ὅτι, Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Ἐπεὶ οὖν τὸ μὴ καταγινώσκειν τῶν οἰκείων ἁμαρτημάτων, ὡς καὶ Παῦλος ἐδήλωσεν, ἀποσκιρτᾷν αὐτοὺς ἐποίει τοῦ Χριστοῦ· τὸ δὲ εἰς ἔννοιαν ἔρχεσθαι, εἰς ἐπιθυμίαν καθίστη τοῦ τὸν λυτρωτὴν ἐπιζητεῖν καὶ τῆς ἀφέσεως ἐπιθυμεῖν· τοῦτο ἦλθε κατασκευάζων Ἰωάννης, καὶ πείθων αὐτοὺς μετανοεῖν· οὐχ ἵνα κολασθῶσιν, ἀλλ' ἵνα τῇ μετανοίᾳ γενόμενοι ταπεινότεροι, καὶ καταγνόντες ἑαυτῶν, εἰς τὸ λαβεῖν τὴν ἄφεσιν δράμωσιν. Ὅρα γοῦν πῶς αὐτὸ τέθεικεν ἀκριβῶς. Εἰπὼν γὰρ ὅτι, Ἦλθε κηρύσσων βάπτισμα μετανοίας ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, ἐπήγαγεν, Εἰς ἄφεσιν· ὡσανεὶ ἔλεγε· διὰ τοῦτο αὐτοὺς ἔπειθεν ὁμολογεῖν καὶ μετανοεῖν ἐπὶ τοῖς ἁμαρτήμασιν, οὐχ ἵνα κολασθῶσιν, ἀλλ' ἵνα εὐκολώτερον τὴν μετὰ ταῦτα ἄφεσιν δέξωνται. Εἰ μὴ γὰρ κατέγνωσαν ἑαυτῶν, οὐκ ἂν οὐδὲ τὴν χάριν ᾔτησαν· μὴ ζητοῦντες δὲ, οὐκ ἂν τῆς ἀφέσεως ἔτυχον. Ὥστε τούτῳ ἐκεῖνο προωδοποίει τὸ βάπτισμα· διὸ καὶ ἔλεγεν, Ἵνα πιστεύσωσιν εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν, μετὰ τῆς εἰρημένης καὶ ταύτην ἑτέραν αἰτίαν τιθεὶς τοῦ βαπτίσματος. Οὐδὲ γὰρ ἴσον ἦν περιϊέναι τὰς οἰκίας, καὶ περιάγειν τὸν Χριστὸν τῆς χειρὸς λαβόμενον, καὶ λέγειν, Εἰς τοῦτον πιστεύσατε· καὶ πάντων παραγινομένων καὶ ὁρώντων τὴν μακαρίαν ἐκείνην ἐνεχθῆναι φωνὴν, καὶ τὰ ἄλλα ἐπιτελεσθῆναι ἅπαντα. ∆ιὰ τοῦτο ἔρχεται ἐπὶ τὸ βάπτισμα. Καὶ γὰρ καὶ ἡ τοῦ βαπτίζοντος ὑπόληψις,