63
καὶ ἡ τοῦ πράγματος ὑπόθεσις, πᾶσαν τὴν πόλιν εἷλκε, καὶ πρὸς τὸν Ἰορδάνην ἐκάλει, καὶ θέατρον ἐγένετο μέγα. ∆ιὰ τοῦτο αὐτοὺς καὶ παραγενομένους καταστέλλει, καὶ πείθει μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι, δεικνὺς τῶν ἐσχάτων ὄντας ὑπευθύνους κακῶν, εἰ μὴ μετανοήσαιεν, καὶ τοὺς προγόνους ἀφέντες, καὶ τὸ ἐπ' ἐκείνοις ἀγάλλεσθαι, δέξαιντο τὸν παραγινόμενον. Καὶ γὰρ συνεσκίαστο τὰ κατὰ σὸν Χριστὸν τέως, καὶ ἐδόκει τεθνάναι παρὰ πολλοῖς διὰ τὴν εἰς Βηθλεὲμ γεγενημένην σφαγήν. Εἰ γὰρ καὶ δώδεκα ἐτῶν γενόμενος ἐξέφηνεν ἑαυτὸν, ἀλλὰ ταχέως καὶ συνεσκίασε πάλιν· διὰ δὴ τοῦτο λαμπρῶν ἔδει τῶν προοιμίων καὶ ὑψηλοτέρας ἀρχῆς. ∆ιὸ καὶ πρῶτον τότε ἃ μηδέποτε ἤκουσαν Ἰουδαῖοι, μήτε παρὰ προφητῶν, μήτε παρ' ἄλλων τινῶν, ἀνακηρύττει λαμπρᾷ τῇ φωνῇ, τῶν οὐρανῶν καὶ τῆς ἐκεῖ βασιλείας μεμνημένος, οὐδὲν περὶ τῆς γῆς λέγων λοιπόν. Βασιλείαν δὲ ἐνταῦθα τὴν παρουσίαν αὐτοῦ τὴν προτέραν καὶ τὴν ἐσχάτην φησί. Καὶ τί τοῦτο πρὸς Ἰουδαίους; φησίν· οὐδὲ γὰρ ἴσασι τί λέγεις. ∆ιὰ γὰρ τοῦτο οὕτω λέγω, φησὶν, ἵνα ὑπὸ τῆς ἀσαφείας τῶν λεγομένων διεγειρόμενοι, ἔλθωσιν εἰς τὸ ζητῆσαι τὸν κηρυττόμενον. Οὕτω γοῦν αὐτοὺς ἐπῆρε ταῖς χρησταῖς ἐλπίσι παραγενομένους, ὡς καὶ τελώνας καὶ στρατιώτας πολλοὺς ἐρωτᾷν, τί δεῖ πράττειν, καὶ πῶς τὸν ἑαυτῶν βίον οἰκονομεῖν· ὅπερ ἦν σημεῖον τοῦ τῶν βιωτικῶν λοιπὸν ἀπηλλάχθαι πραγμάτων, καὶ πρὸς ἕτερα μείζονα ὁρᾷν, καὶ τὰ μέλλοντα ὀνειροπολεῖν. Καὶ γὰρ ἅπαντα αὐτοὺς καὶ τὰ ὁρώμενα καὶ τὰ λεγόμενα εἰς ὑψηλὸν ἦγε φρόνημα. γʹ. Ἐννόησον γοῦν ἡλίκον ἦν ἰδεῖν ἄνθρωπον μετὰ τριάκοντα ἔτη καταβαίνοντα ἀπὸ τῆς ἐρήμου, ἀρχιερέως υἱὸν γενόμενον, μηδὲν δεηθέντα τῶν ἀνθρωπί 57.187 νων πώποτε, καὶ πάντοθεν ὄντα αἰδέσιμον, καὶ τὸν Ἡσαΐαν ἔχοντα μεθ' ἑαυτοῦ. Παρῆν γὰρ καὶ οὗτος αὐτὸν ἀνακηρύττων καὶ λέγων· Οὗτός ἐστιν ὃν παρέσεσθαι ἔφην βοῶντα, καὶ κατὰ τὴν ἔρημον λαμπρᾷ τῇ φωνῇ κηρύττοντα ἅπαντα. Τοσαύτη γὰρ σπουδὴ τοῖς Προφήταις περὶ τούτων ἐγένετο τῶν πραγμάτων, ὡς μὴ τὸν ∆εσπότην τὸν ἑαυτῶν μόνον, ἀλλὰ καὶ τὸν μέλλοντα αὐτῷ διακονεῖσθαι ἐκ πολλοῦ προανακηρύττειν τοῦ χρόνου· καὶ μὴ μόνον αὐτὸν λέγειν, ἀλλὰ καὶ τὸν τόπον, ἐν ᾧ διατρίβειν ἔμελλε, καὶ τὸν τοῦ κηρύγματος τρόπον, ὃν διδάξαι παραγενόμενος εἶχε, καὶ τὸ ἀπ' αὐτοῦ συμβαῖνον κατόρθωμα. Ὅρα γοῦν πῶς ἐπ' αὐτῶν ἔρχονται τῶν νοημάτων, εἰ καὶ μὴ ἐπ' αὐτῶν τῶν ῥημάτων, ὅ τε Προφήτης καὶ ὁ Βαπτιστής. Ὁ μὲν γὰρ Προφήτης φησὶν, ὅτι παρέσται λέγων· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ παραγενόμενος ἔλεγε· Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Ὅπερ ἴσον ἐστὶ τῷ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Ὁρᾷς ὅτι καὶ δι' ὧν ὁ Προφήτης εἶπε, καὶ δι' ὧν αὐτὸς ἐκήρυττεν, ἓν τοῦτο δηλοῦται μόνον, ὅτι προοδοποιῶν παρεγένετο καὶ προετοιμάζων, οὐ τὴν δωρεὰν χαριζόμενος, ὅπερ ἦν ἡ ἄφεσις, ἀλλὰ προπαρασκευάζων τὰς ψυχὰς τῶν μελλόντων δέχεσθαι τὸν τῶν ὅλων Θεόν; Ὁ δὲ Λουκᾶς καὶ πλέον τί φησιν· οὐ γὰρ τὸ προοίμιον εἰπὼν ἀπηλλάγη, ἀλλὰ καὶ πᾶσαν τίθησι τὴν προφητείαν. Πᾶσα γὰρ φάραγξ, φησὶ, πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ. Εἶδες πῶς προλαβὼν ὁ Προφήτης πάντα εἶπε, καὶ τὴν τοῦ δήμου συνδρομὴν, καὶ τὴν τῶν πραγμάτων ἐπὶ τὸ βέλτιον μεταβολὴν, καὶ τὴν τοῦ κηρύγματος εὐκολίαν, καὶ τὴν αἰτίαν τῶν γινομένων ἁπάντων, εἰ καὶ τροπικώτερον ταῦτα τέθεικε; Καὶ γὰρ ἦν προφητεία τὸ λεγόμενον. Ὅταν γὰρ εἴπῃ, Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσονται αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ τοὺς ταπεινοὺς ὑψουμένους δείκνυσι, καὶ τοὺς ἀπονενοημένους ταπεινουμένους, καὶ τὴν τοῦ νόμου δυσκολίαν εἰς εὐκολίαν πίστεως μεταβαλλομένην. Οὐκέτι γὰρ ἱδρῶτες καὶ πόνοι, φησὶν, ἀλλὰ χάρις καὶ συγχώρησις ἁμαρτημάτων, πολλὴν παρέχουσα τῆς σωτηρίας τὴν εὐκολίαν. Εἶτα τὸ τούτων αἴτιον τίθησι λέγων, ὅτι Ὄψεται πᾶσα σὰρξ τὸ