64
Σωτήριον τοῦ Θεοῦ· οὐκέτι Ἰουδαῖοι καὶ προσήλυτοι μόνον, ἀλλὰ καὶ πᾶσα γῆ καὶ θάλαττα, καὶ ὅλη τῶν ἀνθρώπων ἡ φύσις. ∆ιὰ γὰρ τῶν σκολιῶν πάντα τὸν διεφθαρμένον βίον ᾐνίξατο, τελώνας, καὶ πόρνας, καὶ λῃστὰς, καὶ μάγους, οἵτινες ὄντες διεστραμμένοι πρότερον, τὴν ὀρθὴν ὕστερον ἐβάδισαν ὁδόν· ὅπερ οὖν καὶ αὐτὸς ἔλεγεν, ὅτι Τελῶναι καὶ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ὅτι ἐπίστευσαν. Καὶ δι' ἑτέρων δὲ ἐδήλωσε ῥημάτων ὁ Προφήτης πάλιν τὸ αὐτὸ τοῦτο, οὕτω λέγων· Τότε λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται. Ὥσπερ γὰρ ἐνταῦθα διὰ τῶν βουνῶν καὶ φαράγγων τὸ ἀνώμαλον ἦθος εἰς μίαν φιλοσοφίας ἰσότητα κιρνᾶσθαι ἔφησεν· οὕτω καὶ ἐκεῖ τοῖς τῶν ἀλόγων ἤθεσι τοὺς διαφόρους τῶν ἀνθρώπων ἐμφαίνων τρόπους, πάλιν εἰς μίαν αὐτοὺς εὐσεβείας 57.188 συμφωνίαν συνάπτεσθαι ἔλεγε· καὶ ἐκεῖ πάλιν τὴν αἰτίαν τιθείς. Αὕτη δέ ἐστιν· Ἔσται γὰρ, φησὶν, ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ὅπερ οὖν καὶ ἐνταῦθα ἔλεγεν, ὅτι Ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ· πανταχοῦ δηλῶν ὅτι πρὸς τὰ πέρατα τῆς οἰκουμένης χυθήσεται τῶν Εὐαγγελίων τούτων ἡ δύναμις καὶ ἡ γνῶσις, ἀπὸ θηριώδους τρόπου καὶ σκληρότητος γνώμης εἰς ἡμερότητα πολλὴν καὶ ἁπαλότητα μεταβάλλουσα τῶν ἀνθρώπων τὸ γένος. Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. Εἶδες πῶς τὰ μὲν οἱ Προφῆται προεῖπον, τὰ δὲ τοῖς Εὐαγγελισταῖς κατέλιπον; ∆ιόπερ καὶ ὁ Ματθαῖος καὶ τὰς προφητείας τίθησι, καὶ τὰ παρ' ἑαυτοῦ προστίθησιν· οὐδὲ τοῦτο πάρεργον ἡγούμενος εἶναι, τὸ περὶ τῆς στολῆς εἰπεῖν τοῦ δικαίου. δʹ. Καὶ γὰρ ἦν θαυμαστὸν καὶ παράδοξον ἐν ἀνθρωπίνῳ σώματι τοσαύτην καρτερίαν ἰδεῖν· ὃ δὴ καὶ τοὺς Ἰουδαίους μᾶλλον ἐφείλκετο, τὸν μέγαν Ἠλίαν ἐν αὐτῷ βλέποντας, καὶ πρὸς τὴν τοῦ μακαρίου μνήμην ἐκείνου παραπεμπομένους ἐκ τῶν ὁρωμένων τότε· μᾶλλον δὲ καὶ πρὸς πλείονα ἔκπληξιν. Ἐκεῖνος μὲν γὰρ καὶ ἐν πόλεσι καὶ ἐν οἰκίαις ἐτρέφετο, οὗτος δὲ δι' ὅλου τὴν ἔρημον ᾤκησεν ἐκ σπαργάνων αὐτῶν. Ἔδει γὰρ τὸν πρόδρομον τοῦ μέλλοντος τὰ παλαιὰ λύειν ἅπαντα· οἷον, τὸν πόνον, τὴν κατάραν, τὴν λύπην, τὸν ἱδρῶτα· ἔχειν τινὰ καὶ αὐτὸν σύμβολα τῆς τοιαύτης δωρεᾶς, καὶ ἀνωτέρω γενέσθαι λοιπὸν τῆς καταδίκης ἐκείνης. Οὔτε γοῦν γῆν ἤροσεν, οὔτε αὔλακα ἔτεμεν, οὐχ ἱδρῶτι τοῦ προσώπου τὸν ἄρτον ἔφαγεν, ἀλλ' ἦν ἐσχεδιασμένη αὐτῷ ἡ τράπεζα, καὶ εὐκολωτέρα τῆς τραπέζης ἡ περιβολὴ, καὶ ἀπραγμονεστέρα τῆς περιβολῆς ἡ οἴκησις. Οὔτε γὰρ στέγης, οὔτε κλίνης, οὐ τραπέζης, οὔτε ἄλλου τινὸς τούτων ἐδεήθη, ἀλλ' ἀγγελικόν τινα βίον ἐν τῇ σαρκὶ ταύτῃ ἐπεδείκνυτο. ∆ιὰ τοῦτο καὶ τρίχινον ἱμάτιον αὐτῷ ἦν, ἵνα διὰ τοῦ σχήματος παιδεύσῃ τῶν ἀνθρωπίνων ἀφίστασθαι, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλ' ἐπὶ τὴν προτέραν ἐπανατρέχειν εὐγένειαν, ἐν ᾗ ἦν πρὶν ἢ δεηθῆναι ἱματίων καὶ περιβολῆς ὁ Ἀδάμ. Οὕτω καὶ βασιλείας καὶ μετανοίας εἶχε σύμβολα τὸ σχῆμα ἐκεῖνο. Καὶ μή μοι λέγε· Πόθεν αὐτῷ τρίχινον ἱμάτιον καὶ ζώνη, τὴν ἔρημον οἰκοῦντι; Εἰ γὰρ τοῦτο μέλλοις διαπορεῖν, καὶ ἕτερα πλείονα ζητήσεις· πῶς ἐν τοῖς χειμῶσι, πῶς ἐν τοῖς καύμασι διέτριβεν ἐπὶ τῆς ἐρημίας, καὶ ταῦτα ἐν ἁπαλῷ σώματι καὶ ἀώρῳ ἡλικίᾳ; πῶς ἤρκεσεν ἡ τῆς παιδικῆς σαρκὸς φύσις ἀνωμαλίᾳ ἀέρων τοσαύτῃ, καὶ τραπέζῃ οὕτως ἐξηλλαγμένῃ, καὶ τῇ ἄλλῃ τῇ ἀπὸ τῆς ἐρημίας ταλαιπωρίᾳ; Ποῦ νῦν εἰσιν οἱ τῶν Ἑλλήνων φιλόσοφοι, οἳ εἰκῆ καὶ μάτην τὴν κυνικὴν ἀναισχυντίαν ἐζήλωσαν (τί γὰρ ὄφελος τοῦ κατακλείεσθαι ἐν πίθῳ, καὶ τοιαῦτα ἀσελγαίνειν ὕστερον;) οἳ καὶ δακτυλίους, καὶ φιάλας, καὶ θεράποντας, καὶ θεραπαινίδας, καὶ πολλὴν ἄλλην περιεβάλλοντο φαντασίαν, εἰς ἑκατέραν ἀμετρίαν ἐκπίπτοντες; Ἀλλ' οὐχ οὗτος τοιοῦτος· ἀλλ' ὥσπερ τὸν οὐρανὸν τὴν ἔρημον ᾤκησε, πᾶσαν ἀκριβῆ φιλοσοφίαν ἐπιδεικνύμενος· κἀκεῖθεν ὡς ἄγγελός τις ἐξ οὐρανῶν εἰς τὰς πόλεις κατέβαινεν, ἀθλητὴς εὐσεβείας ὢν, 57.189 καὶ τῆς οἰκουμένης στεφανίτης, καὶ φιλόσοφος τῆς τῶν οὐρανῶν ἀξίας φιλοσοφίας. Καὶ ταῦτα ἦν, οὔπω τῆς ἁμαρτίας λυθείσης, οὔπω