65
τοῦ νόμου παυσαμένου, οὔπω τοῦ θανάτου δεθέντος, οὔπω τῶν χαλκῶν πυλῶν κατακλασθεισῶν, ἀλλ' ἔτι τῆς παλαιᾶς κρατούσης πολιτείας. Τοιοῦτόν ἐστι γενναία ψυχὴ καὶ διεγηγερμένη· καὶ γὰρ πανταχοῦ προπηδᾷ, καὶ τὰ κείμενα ὑπερβαίνει σκάμματα· καθάπερ καὶ ὁ Παῦλος ἐπὶ τῆς καινῆς ἐποίει πολιτείας. Ἀλλὰ τίνος ἕνεκεν, φησὶ, καὶ ζώνῃ μετὰ τοῦ ἱματίου ἐχρήσατο; Ἔθος τοῦτο τοῖς παλαιοῖς ἦν, πρὶν εἰς τὸ μαλακὸν τοῦτο καὶ διαῤῥέον ἐξελθεῖν σχῆμα. Οὕτω γοῦν καὶ ὁ Πέτρος φαίνεται ἐζωσμένος, καὶ ὁ Παῦλος· Τὸν γὰρ ἄνδρα, φησὶν, οὗ ἐστιν ἡ ζώνη αὕτη. Καὶ ὁ Ἠλίας δὲ οὕτως ἦν ἐσταλμένος, καὶ τῶν Ἁγίων ἕκαστος, διὰ τὸ εἶναι ἐν ἔργῳ διηνεκῶς, ἤτοι ὁδοιπορίαις, ἤτοι περὶ ἕτερόν τι τῶν ἀναγκαίων πονουμένους καὶ σπουδάζοντας· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ καλλωπισμὸν ἅπαντα καταπατεῖν, καὶ σκληραγωγίαν ἅπασαν μελετᾷν· ὅπερ οὖν καὶ αὐτὸ μέγιστον ἀρετῆς ἐγκώμιον εἶναί φησιν ὁ Χριστὸς, οὕτω λέγων· Τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. εʹ. Εἰ δὲ ἐκεῖνος ὁ καθαρὸς οὕτω καὶ τοῦ οὐρανοῦ λαμπρότερος ὢν, καὶ ὑπὲρ Προφήτας πάντας, καὶ οὗ μείζων οὐδεὶς ἐγένετο, καὶ παῤῥησίαν ἔχων τοσαύτην, οὕτως ἑαυτὸν ἐσκληραγώγει, τὴν μὲν διαῤῥέουσαν τρυφὴν ἀτιμάζων μετὰ πολλῆς τῆς περιουσίας, ἐπὶ δὲ τὸν σκληρὸν τοῦτον ἑαυτὸν ἄγων βίον, τίνα ἕξομεν ἀπολογίαν οἱ μετὰ τοσαύτην εὐεργεσίαν καὶ τὰ μυρία φορτία τῶν ἁμαρτημάτων μηδὲ τὸ πολλοστὸν μέρος τῆς ἐξομολογήσεως ἐπιδεικνύμενοι τῆς ἐκείνου, ἀλλὰ μεθύοντες καὶ γαστριζόμενοι καὶ μύρων ὄζοντες, καὶ τῶν ἐν τῇ σκηνῇ πορνευομένων γυναικῶν οὐδὲν ἄμεινον διακείμενοι, καὶ πανταχόθεν ἑαυτοὺς καταμαλακίζοντες, καὶ εὐχειρώτους τῷ διαβόλῳ ποιοῦντες. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία, καὶ Ἱεροσόλυμα, καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ὁρᾷς πόσον ἴσχυσεν ἡ παρουσία τοῦ Προφήτου; πῶς πάντα τὸν δῆμον ἀνεπτέρωσε; πῶς αὐτοὺς εἰς ἔννοιαν ἤγαγε τῶν οἰκείων ἁμαρτημάτων; Καὶ γὰρ ἦν θαύματος ἄξιον, ἰδεῖν ἐν ἀνθρωπίνῳ σχήματι τοιαῦτα ἐπιδεικνύμενον αὐτὸν, καὶ τοσαύτῃ κεχρημένον τῇ παῤῥησίᾳ, καὶ πάντων ὡς παίδων κατεξανιστάμενον, καὶ πολλὴν ἀπὸ τοῦ προσώπου τὴν χάριν ἔχοντα ἀπολάμπουσαν. Συνετέλει δὲ εἰς ἔκπληξιν καὶ τὸ διὰ πολλοῦ τοῦ χρόνου προφήτην φανῆναι· καὶ γὰρ ἐπέλιπεν αὐτοὺς τὸ χάρισμα, καὶ διὰ μακροῦ πρὸς αὐτοὺς ἐπανῆλθε τοῦ χρόνου. Καὶ ὁ τοῦ κηρύγματος δὲ τρόπος ξένος καὶ παρηλλαγμένος. Οὐδὲν γὰρ τῶν συνήθων ἤκουον, οἷον, πολέμους καὶ μάχας καὶ νίκας τὰς κάτω, καὶ λιμοὺς καὶ λοιμοὺς, καὶ Βαβυλωνίους καὶ Πέρσας, καὶ πόλεως ἅλωσιν, καὶ τὰ ἄλλα τὰ συνήθη· ἀλλ' οὐρανοὺς καὶ τὴν ἐκεῖ βασιλείαν, καὶ τὴν ἐν τῇ γεέννῃ κόλασιν. ∆ιά τοι τοῦτο καὶ τῶν κατὰ τὴν ἔρημον ἀποστατῶν σφαγέντων ἁπάντων οὐ πρὸ πολλοῦ τοῦ χρόνου, τῶν μετὰ Ἰούδα καὶ Θευδᾶ, οὐκ ἐγένοντο ὀκνηρότεροι πρὸς 57.190 τὴν ἔξοδον τὴν ἐκεῖσε. Οὐδὲ γὰρ ἐπὶ τοῖς αὐτοῖς αὐτοὺς ἐκάλει· οἷον, ἐπὶ τυραννίδι καὶ ἀποστασίᾳ καὶ νεωτεροποιίᾳ· ἀλλ' ὥστε πρὸς τὴν ἄνω χειραγωγῆσαι βασιλείαν. ∆ιόπερ οὐδὲ κατεῖχεν ἐν τῇ ἐρήμῳ μεθ' ἑαυτοῦ περιφέρων, ἀλλὰ βαπτίζων, καὶ τοὺς περὶ φιλοσοφίας παιδεύων λόγους, ἀπέλυε· διὰ πάντων αὐτοὺς διδάσκων, τῶν μὲν ἐν τῇ γῇ πάντων ὑπερορᾷν, πρὸς δὲ τὰ μέλλοντα αἴρεσθαι, καὶ καθ' ἑκάστην ἐπείγεσθαι τὴν ἡμέραν. Τοῦτον δὴ καὶ ἡμεῖς ζηλώσωμεν, καὶ τὰς τρυφὰς καὶ τὴν μέθην ἀφέντες, ἐπὶ τὸν κατεσταλμένον μεταθώμεθα βίον. Καὶ γὰρ ἐξομολογήσεως ὁ καιρὸς καὶ τοῖς ἀμυήτοις καὶ τοῖς βαπτισθεῖσι· τοῖς μὲν, ἵνα μετανοήσαντες τῶν ἱερῶν τύχωσι μυστηρίων· τοῖς δὲ, ἵνα ἀπονιψάμενοι τὴν μετὰ τὸ βάπτισμα κηλῖδα, καθαρῷ συνειδότι τῇ τραπέζῃ προσέλθωσιν. Ἀποστῶμεν τοίνυν τοῦ ὑγροῦ τούτου καὶ διαλελυμένου βίου. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ὁμοῦ καὶ ἐξομολογεῖσθαι καὶ τρυφᾷν. Καὶ ταῦτα διδασκέτω ὑμᾶς Ἰωάννης, ἀπὸ τοῦ ἐνδύματος, ἀπὸ τῆς τροφῆς, ἀπὸ τῆς οἰκίας. Τί οὖν; οὕτω κελεύεις ἡμᾶς