66
κατεστάλθαι; φησίν. Οὐ κελεύω, ἀλλὰ συμβουλεύω καὶ παραινῶ. Εἰ δὲ μὴ δυνατὸν ὑμῖν τοῦτο, κἂν ἐν ταῖς πόλεσιν ὄντες ἐπιδειξώμεθα τὴν μετάνοιαν· καὶ γὰρ ἐπὶ θύραις τὸ δικαστήριον. Εἰ δὲ καὶ μακροτέρω ἦν, οὐδὲ οὕτω θαῤῥεῖν ἔδει· τὸ γὰρ ἑκάστου πέρας τῆς ζωῆς, τῆς συντελείας ἐπέχει δύναμιν τῷ καλουμένῳ. Ὅτι δὲ καὶ ἐπὶ θύραις, ἄκουσον τοῦ Παύλου λέγοντος· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε· καὶ πάλιν· Ἥξει γὰρ ὁ ἐρχόμενος, καὶ οὐ χρονιεῖ. Καὶ γὰρ τὰ σημεῖα λοιπὸν ἀπήρτισται τὰ καλοῦντα τὴν ἡμέραν ἐκείνην. Κηρυχθήσεται γὰρ, φησὶ, τοῦτο τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῳ τῷ κόσμῳ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι· καὶ τότε ἥξει τὸ τέλος. ʹ. Προσέχετε μετὰ ἀκριβείας τῷ λεγομένῳ. Οὐκ εἶπεν, Ὅταν πιστευθῇ παρὰ πάντων ἀνθρώπων· ἀλλ', Ὅταν κηρυχθῇ παρὰ πᾶσι. ∆ιὰ τοῦτο καὶ ἔλεγεν, Εἰς μαρτύριον τοῖς ἔθνεσι, δεικνὺς, ὅτι οὐκ ἀναμένει πάντας πιστεῦσαι, καὶ τότε παραγενέσθαι. Τὸ γὰρ, Εἰς μαρτύριον, τοῦτό ἐστιν, εἰς κατηγορίαν, εἰς ἔλεγχον, εἰς κατάκρισιν τῶν μὴ πιστευσάντων. Ἀλλ' ἡμεῖς ταῦτα ἀκούοντες καὶ ὁρῶντες, καθεύδομεν καὶ ὀνείρατα βλέπομεν, καθάπερ ἐν βαθυτάτῃ νυκτὶ κεκαρωμένοι. Οὐδὲν γὰρ ὀνειράτων ἄμεινον τὰ παρόντα πράγματα, κἂν χρηστὰ ᾖ, κἂν λυπηρά. ∆ιὸ δὴ παρακαλῶ λοιπὸν ἀφυπνισθῆναι, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἀπιδεῖν. Οὐδεὶς γὰρ καθεύδων ἥλιον ἰδεῖν δύναται, οὐδὲ εὐφρᾶναι τὰς ὄψεις τῷ κάλλει τῆς ἀκτῖνος· ἀλλ' ἅπερ ἂν ἴδῃ, πάντα ὡς ἐν ὀνείρῳ βλέπει. ∆ιὰ τοῦτο πολλῆς ἡμῖν δεῖ τῆς ἐξομολογήσεως καὶ πολλῶν τῶν δακρύων, καὶ ὅτι ἀναλγήτως διακείμεθα πλημμελοῦντες, καὶ ὅτι μεγάλα τὰ ἁμαρτήματα καὶ συγγνώμης μείζονα. Καὶ ὅτι οὐ ψεύδομαι, μάρτυρες οἱ πλείους τῶν ἀκουόντων. Ἀλλ' ὅμως εἰ καὶ συγγνώμης μείζονα, μετανοήσωμεν, καὶ στεφάνων ἀπολαυσόμεθα. Μετάνοιαν δὲ λέγω, οὐ τὸ τῶν προτέρων ἀποστῆναι κακῶν μόνον, ἀλλὰ καὶ τὸ μείζονα ἐπιδείξασθαι καλά. Ποιήσατε γὰρ, φησὶ, καρποὺς ἀξίους τῆς μετανοίας. Πῶς δὲ ποιήσομεν; Ἂν τὰ ἐναντία πράττωμεν· οἷόν τι λέγω· ἥρπασας τὰ ἀλλότρια; ∆ὸς καὶ τὰ σὰ λοιπόν. Πολὺν ἐπόρνευσας 57.191 χρόνον; Ἀπόσχου καὶ τῆς γυναικὸς τῆς σῆς ὡρισμένας ἡμέρας· ἐγκράτειαν ἄσκησον. Ὕβρισας καὶ ἐτύπτησας παριόντας; Εὐλόγει λοιπὸν τοὺς ὑβρίζοντας, καὶ εὐεργέτει τοὺς πλήττοντας. Οὐ γὰρ ἀρκεῖ εἰς ὑγείαν ἡμῖν τὸ βέλος ἐξελεῖν μόνον, ἀλλὰ καὶ τῷ τραύματι φάρμακα ἐπιθεῖναι. Ἐτρύφησας καὶ ἐμεθύσθης τὸν ἔμπροσθεν χρόνον; Νήστευε καὶ ὑδροποσίᾳ πρόσεχε, ἵνα τὴν ἐκεῖθεν ἐγγενομένην λύμην ἀνέλῃς. Εἶδες ἀκολάστοις ὀφθαλμοῖς κάλλος ἀλλότριον; Μηδὲ ὅλως ἴδῃς γυναῖκα λοιπὸν, ἵν' ἐπὶ πλείονι καταστῇς ἀσφαλείᾳ. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· καὶ πάλιν· Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἀλλ' εἰπέ μοι καὶ τὸ ἀγαθόν. Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν· οὐ τὴν πρὸς ἀνθρώπους λέγω μόνον, ἀλλὰ καὶ τὴν πρὸς τὸν Θεόν. Καὶ καλῶς εἶπε, ∆ίωξον· ἀπελήλαται γὰρ καὶ ἐκβέβληται, καὶ τὴν γῆν ἀφεῖσα εἰς τὸν οὐρανὸν ἀπεδήμησεν. Ἀλλὰ δυνησόμεθα αὐτὴν πάλιν ἐπαναγαγεῖν, ἐὰν θέλωμεν, ἀπόνοιαν καὶ ἀλαζονείαν καὶ πάντα τὰ κωλύματα αὐτῆς ἐκβαλόντες, τὸν σώφρονα τοῦτον καὶ λιτὸν διώκειν βίον. Οὐδὲν γὰρ ὀργῆς χαλεπώτερον καὶ θρασύτητος. Αὕτη καὶ τετυφωμένους καὶ δουλοπρεπεῖς ἐργάζεται, δι' ἐκείνου μὲν καταγελάστους, διὰ τούτου δὲ μισητοὺς ποιοῦσα, καὶ ἐναντίας εἰσάγουσα κακίας, ἀπόνοιάν τε ὁμοῦ καὶ κολακείαν. Ἀλλ' ἐὰν τὴν πλεονεξίαν τοῦ πάθους περικόψωμεν, καὶ ταπεινοὶ μετὰ ἀκριβείας, καὶ ὑψηλοὶ μετὰ ἀσφαλείας ἐσόμεθα. Καὶ γὰρ καὶ ἐν τοῖς σώμασι τοῖς ἡμετέροις ἀπὸ πλεονεξίας αἱ δυσκρασίαι γίνονται· καὶ ὅτε τοὺς οἰκείους ὅρους ἀφέντα τὰ στοιχεῖα εἰς ἀμετρίαν ἐξέλθῃ, τότε αἱ μυρίαι νόσοι καὶ οἱ χαλεποὶ τίκτονται θάνατοι· ὅπερ καὶ ἐπὶ τῆς ψυχῆς συμβαῖνον ἴδοι τις ἄν. ζʹ. Περικόψωμεν τοίνυν τὴν ἀμετρίαν, καὶ τὸ σωτήριον τῆς συμμετρίας πίνοντες φάρμακον, μένωμεν ἐπὶ τῆς εὐκρασίας τῆς προσηκούσης, καὶ ταῖς εὐχαῖς μετὰ ἀκριβείας προσέχωμεν. Κἂν μὴ λάβωμεν, παραμείνωμεν, ἵνα λάβωμεν· κἂν λάβωμεν, ἐπειδὴ ἐλάβομεν.