68
φησίν. Ἀλλ' οἱ μὲν ὄχλοι ἀπὸ γνώμης ἀπλάστου τοῦτο ὑπώπτευον· οἱ δὲ Φαρισαῖοι, ἐπιλαβέσθαι βουλόμενοι. Ἐπειδὴ γὰρ ὡμολόγητο ἀπὸ τῆς κώμης τοῦ ∆αυῒδ ἔρχεσθαι τὸν Χριστὸν, οὗτος δὲ ἀπὸ τῆς Λευϊτικῆς φυλῆς ἦν, ἔνεδρα ἐτίθεσαν ἐκ τῆς ἐρωτήσεως, ἵνα εἴ τι τοιοῦτον εἴποι, ταχέως ἐπιθῶνται. Τοῦτο γοῦν καὶ ἐκ τῶν ἑξῆς ἐδήλωσε· μηδὲν γὰρ ὧν προσεδόκησαν ὁμολογήσαντος, καὶ οὕτως ἐπιλαμβάνονται λέγοντες· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός; Καὶ ἵνα μάθῃς ὅτι ἑτέρᾳ μὲν οἱ Φαρισαῖοι, ἑτέρᾳ δὲ ὁ δῆμος παρεγένοντο γνώμῃ, ἄκουσον πῶς ὁ Εὐαγγελιστὴς καὶ τοῦτο ἐδήλωσε· περὶ μὲν τοῦ δήμου λέγων, ὅτι Παρεγίνοντο καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν· περὶ δὲ τῶν Φαρισαίων οὐκέτι ὁμοίως, ἀλλ' ὅτι Ἰδὼν πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους, ἔλεγε· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Βαβαὶ τῆς μεγαλονοίας! Πῶς διαλέγεται πρὸς ἀνθρώπους αἱμάτων ἀεὶ διψῶντας προφητικῶν, καὶ ὄφεων οὐδὲν ἄμεινον διακειμένους· πῶς καὶ αὐτοὺς, καὶ τοὺς γεγεννηκότας μετὰ πολλῆς διαβάλλει τῆς παῤῥησίας. Ναὶ, φησίν· ἀλλ' ἡ μὲν παῤῥησία πολλή· τὸ δὲ ζητούμενον, εἰ λόγον ἔχει τινὰ ἡ παῤῥησία αὕτη. Οὐδὲ γὰρ ἁμαρτάνοντας εἶδεν, ἀλλὰ μεταβαλλομένους· διόπερ οὐδὲ ἐγκαλέσαι ἐχρῆν, ἀλλὰ καὶ ἐπαινέσαι καὶ ἀποδέξασθαι, ὅτι πόλιν ἀφέντες καὶ οἰκίας ἔδραμον ἀκουσόμενοι τοῦ κηρύγματος. Τί οὖν ἂν εἴποιμεν; Ὅτι οὐ τοῖς παροῦσιν, οὐδὲ τοῖς γινομένοις προσεῖχεν, ἀλλὰ τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτῶν ἠπίστατο, τοῦ Θεοῦ τοῦτο ἐκκαλύψαντος. Ἐπεὶ οὖν μέγα ἐφρόνουν ἐπὶ τοῖς προγόνοις, καὶ τοῦτο αἴτιον αὐτοῖς τῆς ἀπωλείας ἐγίνετο, καὶ εἰς ῥᾳθυμίαν ἐνέβαλλε, τὴν ῥίζαν τῆς ἀπονοίας περικόπτει. ∆ιὰ τοῦτο καὶ ὁ Ἡσαΐας ἄρχοντας Σοδόμων καλεῖ, καὶ λαὸν Γομόῤῥας· καὶ ἕτερος προφήτης φησίν· Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε; καὶ πάντες αὐτοὺς ταύτης ἀπάγουσι τῆς ὑπολήψεως, τὸ φύσημα αὐτῶν κενοῦντες, τὸ μυρίων αὐτοῖς αἴτιον γενόμενον κακῶν. Ἀλλ' οἱ μὲν Προφῆται, φησὶν, εἰκότως· ἁμαρτάνοντας γὰρ ἑώρων· ἐνταῦθα δὲ τίνος ἕνεκεν καὶ διὰ τί πειθομένους ὁρῶν αὐτῷ, τοῦτο ποιεῖ; Ἵνα ἁπαλωτέρους ἐργάσηται. Εἰ δέ τις μετὰ ἀκριβείας προσέχοι τοῖς λεγομένοις, καὶ ἐγκωμίῳ τὴν ἐπιτίμησιν ἐκέρασε. Θαυμάζων γὰρ αὐτοὺς, ὅτι ὀψὲ γοῦν ποτε τὰ ἀδύνατα αὐτοῖς σχεδὸν εἶναι δοκοῦντα ἠδυνήθησαν, ταῦτα ἔλεγεν. Ἐφελκομένου τοίνυν αὐτοὺς μᾶλλόν ἐστιν ἡ ἐπιτίμησις, καὶ παρασκευάζοντος ἀνανῆψαι. Ὅταν γὰρ φαίνηται ἐκπληττόμενος, καὶ τὴν ἔμπροσθεν δείκνυσιν αὐτῶν πονηρίαν πολλὴν οὖσαν, καὶ τὴν μεταβολὴν θαυμαστὴν καὶ παράδοξον. Τί γὰρ γέγονε, φησὶν, ὅτι παῖδες ὄντες ἐκείνων, καὶ οὕτω τραφέντες κακῶς, μετενόησαν; πόθεν ἡ τοσαύτη γέγονε μεταβολή; τίς τὸ τραχὺ τῆς γνώμης αὐτῶν κατεμάλαξε; τίς διώρθωσε τὸ ἀνίατον; Καὶ ὅρα πῶς αὐτοὺς εὐθέως ἀπὸ τῶν προοιμίων ἐξέπληξε, τοὺς περὶ τῆς γεέννης προκαταβαλλόμενος λόγους. Οὐ γὰρ εἶπε τὰ εἰωθότα· Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν τοὺς πολέμους, τὰς τῶν βαρβάρων ἐφόδους, τὰς αἰχμαλωσίας, τοὺς λιμοὺς, τοὺς λοιμούς; ἀλλ' ἄλλην τινὰ κόλασιν προανεκρούετο μηδέποτε αὐτοῖς φανερὰν γεγενημένην, οὕτω λέγων· Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; βʹ. Καλῶς δὲ αὐτοὺς καὶ γεννήματα ἐχιδνῶν ἐκάλεσε 57.194 Καὶ γὰρ ἐκεῖνο τὸ θηρίον διαφθεῖρον τὴν ὠδίνουσαν, καὶ διατρῶγον τὴν γαστέρα αὐτῆς, οὕτω λέγεται προϊέναι εἰς φῶς· ὅπερ καὶ οὗτοι ἐποίουν, πατραλοῖαι καὶ μητραλοῖαι γινόμενοι, καὶ τοὺς διδασκάλους ταῖς ἑαυτῶν διαφθείροντες χερσίν. Ἀλλ' οὐχ ἵσταται μέχρι τῆς ἐπιτιμήσεως, ἀλλὰ καὶ συμβουλὴν εἰσάγει· Ποιήσατε γὰρ, φησὶ, καρποὺς ἀξίους τῆς μετανοίας. Οὐ γὰρ ἀρκεῖ τὸ φυγεῖν τὴν πονηρίαν, ἀλλὰ καὶ ἀρετὴν δεῖ πολλὴν ἐπιδείξασθαι. Μὴ γάρ μοι τὰ ἐναντία καὶ συνήθη, ὅτε πρὸς ὀλίγον συστελλόμενοι χρόνον, πρὸς τὴν αὐτὴν ἐπανῇτε πάλιν πονηρίαν. Οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς παραγεγόναμεν, ὡς καὶ οἱ ἔμπροσθεν Προφῆται. Ἐξηλλαγμένα γὰρ τὰ παρόντα. καὶ ὑψηλότερα, ἐπεὶ καὶ αὐτὸς παραγίνεται λοιπὸν ὁ Κριτὴς, αὐτὸς ὁ τῆς βασιλείας