69
∆εσπότης, πρὸς μείζονα ἄγων φιλοσοφίαν, εἰς τὸν οὐρανὸν καλῶν, καὶ πρὸς τὰς ἐκεῖ διατριβὰς ἀνέλκων. ∆ιὰ τοῦτο καὶ τὸν περὶ τῆς γεέννης ἀνακαλύπτω λόγον· καὶ γὰρ καὶ τὰ ἀγαθὰ καὶ τὰ λυπηρὰ, ἀθάνατα. Μὴ τοίνυν τοῖς αὐτοῖς ἐμμένετε, μηδὲ τὰς εἰωθυίας προβάλλεσθε προφάσεις, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τῶν προγόνων τὴν εὐγένειαν. Ταῦτα δὲ ἔλεγεν, οὐ κωλύων αὐτοὺς λέγειν ἐξ ἐκείνων εἶναι τῶν ἁγίων, ἀλλὰ κωλύων μὴ τούτῳ θαῤῥεῖν, τῆς κατὰ ψυχὴν ἀρετῆς ἀμελοῦντας, καὶ τὰ κατὰ διάνοιαν εἰς μέσον ἐκφέρων, καὶ τὰ μέλλοντα προφητεύων. Καὶ γὰρ μετὰ ταῦτα φαίνονται λέγοντες· Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραὰμ, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Ἐπεὶ οὖν τοῦτο ἦν, ὃ μάλιστα αὐτοὺς εἰς ἀπόνοιαν ἦρε καὶ ἀπώλεσε, πρῶτον αὐτὸ καταστέλλει. Ὅρα δὲ πῶς μετὰ τῆς εἰς τὸν πατριάρχην τιμῆς τὴν ὑπὲρ τούτων ποιεῖται διόρθωσιν. Εἰπὼν γὰρ, Μὴ δόξητε λέγειν, ὅτι πατέρα ἔχομεν τὸν Ἀβραὰμ, οὐκ εἶπεν, Οὐδὲν γὰρ ὑμᾶς ὁ πατριάρχης ὠφελῆσαι δυνήσεται· ἀλλ' ἡμερώτερόν πως καὶ προσηνέστερον αὐτὸ τοῦτο ᾐνίξατο εἰπών· ∆ύναται γὰρ ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Τινὲς μὲν οὖν φασιν, ὅτι περὶ τῶν ἐθνῶν ταῦτα λέγει, λίθους αὐτοὺς μεταφορικῶς καλῶν· ἐγὼ δὲ καὶ ἑτέραν ἔννοιαν τὸ εἰρημένον φημὶ ἔχειν. Ποίαν δὴ ταύτην; Μὴ νομίζετε, φησὶν, ὅτι ἐὰν ὑμεῖς ἀπόλησθε, ἄπαιδα ποιήσετε τὸν πατριάρχην. Οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Τῷ γὰρ Θεῷ δυνατὸν καὶ ἀπὸ λίθων ἀνθρώπους αὐτῷ δοῦναι, καὶ εἰς τὴν συγγένειαν ἐκείνην ἀγαγεῖν, ἐπεὶ καὶ ἐξ ἀρχῆς οὕτως ἐγένετο. Τῷ γὰρ ἐκ λίθων ἀνθρώπους γενέσθαι ὅμοιον ἦν τὸ ἀπὸ τῆς μήτρας ἐκείνης τῆς σκληρᾶς προελθεῖν παιδίον. Ὅπερ οὖν καὶ ὁ Προφήτης αἰνιττόμενος ἔλεγεν· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἐξ ἧς ἐλατομήθητε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ἐξ οὗ ὠρύχθητε· ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς. Ταύτης τοίνυν τῆς προφητείας αὐτοὺς ἀναμιμνήσκει, δεικνὺς ὅτι εἰ ἐξ ἀρχῆς οὕτω θαυμαστὸν αὐτὸν ἐποίησε πατέρα, ὡσανεὶ καὶ ἐκ λίθων αὐτὸν ἐποίησε, δυνατὸν καὶ νῦν τοῦτο γενέσθαι. Καὶ ὅρα πῶς καὶ φοβεῖ καὶ ἐκκόπτει. Οὐ γὰρ εἶπεν, ὅτι ἤγειρεν ἤδη, ἵνα μὴ ἀπογνῶσιν ἑαυτῶν· ἀλλ' ὅτι ∆ύναται ἐγεῖραι. Καὶ οὐκ εἶπεν, ὅτι δύναται ἀνθρώπους ποιῆσαι ἀπὸ λίθων, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, καὶ συγγενεῖς καὶ παῖδας τοῦ Ἀβραάμ. Εἶδες πῶς τέως ἀπέστησεν αὐτοὺς τῆς περὶ τὰ σωματικὰ φαντασίας, καὶ τῆς εἰς τοὺς προγόνους καταφυγῆς, ἵνα ἐν τῇ οἰκείᾳ μετανοίᾳ καὶ σωφροσύνῃ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχωσιν; εἶδες πῶς τὴν τῆς σαρκὸς ἐκβαλὼν συγγένειαν, τὴν ἀπὸ τῆς πίστεως εἰσάγει; γʹ. Σκόπει τοίνυν πῶς καὶ διὰ τῶν ἑξῆς αὔξει τούτων 57.195 τὸν φόβον, καὶ ἐπιτείνει τὴν ἀγωνίαν. Εἰπὼν γὰρ, ὅτι ∆ύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραὰμ, ἐπήγαγε· Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· διὰ πάντων τὸν λόγον φοβερὸν ποιῶν. Καὶ γὰρ καὶ αὐτὸς πολλὴν ἀπὸ τοῦ βίου τὴν παῤῥησίαν εἶχε, κἀκεῖνοι σφοδρᾶς ἐδέοντο τῆς ἐπιπλήξεως, πολὺν ἤδη χερσωθέντες χρόνον. Τί γὰρ λέγω, φησὶν, ὅτι ἐκπίπτειν μέλλετε τῆς πρὸς τὸν πατριάρχην συγγενείας, καὶ ἑτέρους ὁρᾷν τοὺς ἀπὸ λίθων εἰς τὴν ὑμετέραν εἰσαγομένους προεδρίαν; Οὐδὲ γὰρ μέχρι τούτου τὰ τῆς τιμωρίας ὑμῖν, ἀλλὰ καὶ περαιτέρω προβήσεται τὰ τῆς κολάσεως. Ἤδη γὰρ, φησὶν, ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Οὐδὲν φοβερώτερον ταύτης τοῦ λόγου τῆς τροπῆς. Οὐκέτι γὰρ δρέπανον πετόμενον, οὐδὲ φραγμοῦ καθαίρεσις, οὐδὲ τὸ καταπατεῖσθαι τὸν ἀμπελῶνα· ἀλλ' ἀξίνη σφόδρα ἀκμάζουσα, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ἐπὶ θύραις αὕτη. Ἐπειδὴ γὰρ τοῖς προφήταις συνεχῶς ἀπιστοῦντες ἔλεγον· Ποῦ ἐστιν ἡ ἡμέρα Κυρίου; καὶ, Ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν· διὰ τὸ μετὰ πολλὰ πολλάκις ἔτη ἐκβαίνειν τὰ λεγόμενα· καὶ ταύτης αὐτοὺς ἀπάγων τῆς παραμυθίας, ἐγγὺς αὐτῶν ἵστησι τὰ δεινά. Καὶ τοῦτο ἐδήλωσε τῷ εἰπεῖν, Ἤδη, καὶ τῷ τῇ ῥίζῃ αὐτὴν προσαγαγεῖν. Οὐδὲν γὰρ τὸ μέσον λοιπὸν, φησὶν, ἀλλ' αὐτῇ ἐπίκειται τῇ ῥίζῃ. Καὶ οὐκ εἶπε, Τοῖς κλάδοις, οὐδὲ, Τοῖς καρποῖς, ἀλλὰ, Τῇ ῥίζῃ·