70
δεικνὺς αὐτοὺς, εἰ ῥᾳθυμήσαιεν, ἀνίατα πεισομένους δεινὰ, καὶ οὐδὲ ἐλπίδα ἕξοντας θεραπείας. Οὐδὲ γὰρ δοῦλός ἐστιν ὁ παραγενόμενος, ὡς οἱ πρότερον· ἀλλ' αὐτὸς ὁ τῶν ὅλων ∆εσπότης, σφοδρὰν ἐπάγων τὴν τιμωρίαν καὶ δυνατωτάτην. Ἀλλ' ὅμως καὶ φοβήσας πάλιν, οὐκ ἀφίησιν αὐτοὺς εἰς ἀπόγνωσιν ἐμπεσεῖν· ἀλλ' ὥσπερ ἀνωτέρω οὐκ εἶπεν, ὅτι Ἤγειρεν, ἀλλ' ὅτι ∆ύναται ἐγεῖραι τέκνα τῷ Ἀβραὰμ, φοβῶν τε ὁμοῦ καὶ παραμυθούμενος· οὕτω καὶ ἐνταῦθα οὐκ εἶπεν, ὅτι Ἥψατο τῆς ῥίζης, ἀλλ' ὅτι Ἐπίκειται καὶ ὁμιλεῖ τῇ ῥίζῃ· καὶ οὐδεμίαν ἀναβολὴν ἐνδείκνυται. Πλὴν ἀλλὰ καὶ οὕτως ἐγγὺς αὐτὴν ἀγαγὼν, ὑμᾶς κυρίους ποιεῖ τῆς τομῆς. Ἂν μὲν γὰρ μεταβάλησθε καὶ γένησθε βελτίους, ἀπελεύσεται μηδὲν ἐργασαμένη ἡ ἀξίνη αὕτη· ἂν δὲ τοῖς αὐτοῖς ἐπιμείνητε, πρόῤῥιζον ἀνασπάσει τὸ δένδρον. ∆ιά τοι τοῦτο οὔτε ἀφέστηκε τῆς ῥίζης, οὔτε ἐπικειμένη τέμνει, τὸ μὲν ἵνα μὴ ἀναπέσητε, τὸ δὲ ἵνα μάθητε, ὅτι δυνατὸν καὶ ἐν βραχεῖ χρόνῳ μεταβαλ[λ]ομένους σωθῆναι. ∆ιὸ καὶ πάντοθεν αὔξει τὸν φόβον, διεγείρων αὐτοὺς καὶ ὠθῶν πρὸς μετάνοιαν. Καὶ γὰρ τὸ τῶν προγόνων ἐκπεσεῖν, καὶ τὸ ἑτέρους ἀντεισαχθῆναι, καὶ τὸ ἐπὶ θύραις εἶναι τὰ δεινὰ, καὶ τὸ ἀνήκεστα πείσεσθαι, ἅπερ ἀμφότερα διὰ τῆς ῥίζης καὶ τῆς ἀξίνης ἐδήλωσεν, ἱκανὰ ἦν καὶ τοὺς σφόδρα ἀναπεπτωκότας διαναστῆσαι, καὶ ἐναγωνίους ἐργάσασθαι. Τοῦτο γοῦν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν, ὅτι Λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην. Ἀλλὰ μὴ φοβηθῇς· μᾶλλον δὲ φοβήθητι μὲν, μὴ ἀπογνῷς δέ. Ἔτι γὰρ ἔχεις ἐλπίδα μεταβολῆς· οὐ γὰρ αὐτοτελὴς ἡ ἀπόφασις, οὐδὲ ἐπὶ τὸ τέμνειν ἡ ἀξίνη ἦλθεν· (ἐπεὶ τί ἐκώλυεν αὐτὴν τεμεῖν ὁμιλοῦσαν τῇ ῥίζῃ;) ἀλλ' ἐπὶ τό σε τῷ φόβῳ τούτῳ ποιῆσαι βελτίονα, καὶ παρασκευάσαι καρπὸν ἐνεγκεῖν. ∆ιὰ τοῦτο ἐπήγαγε· Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκό 57.196 πτεται, καὶ εἰς πῦρ βάλλεται. Ὅταν δὲ εἴπῃ, Πᾶν, ἐκβάλλει πάλιν τὴν ἀπὸ τῆς εὐγενείας προεδρίαν. Κἂν γὰρ αὐτοῦ τοῦ Ἀβραὰμ ἔκγονος ᾖς, φησὶν, κἂν μυρίους ἔχῃς ἀριθμεῖν πατριάρχας, διπλῆν ὑποστήσῃ τὴν κόλασιν, ἄκαρπος μένων. Ἀπὸ τούτων τῶν ῥημάτων καὶ τελώνας ἐφόβησε, καὶ στρατιωτικὴν διάνοιαν κατέσεισεν, οὔτε εἰς ἀπόγνωσιν ἐμβαλὼν, καὶ ῥᾳθυμίας ἀπαλλάττων ἁπάσης. Μετὰ γὰρ τοῦ φόβου καὶ πολλὴν παράκλησιν ἔχει τὸ εἰρημένον. Τῷ γὰρ εἰπεῖν, Μὴ ποιοῦν καρπὸν καλὸν, ἔδειξεν ὅτι τὸ ποιοῦν καρπὸν πάσης ἀπήλλακται τιμωρίας. δʹ. Καὶ πῶς δυνησόμεθα, φησὶ, ποιῆσαι καρπὸν, τῆς τομῆς ἐπικειμένης, καὶ τοῦ χρόνου οὕτως στενοῦ ὄντος, καὶ τῆς προθεσμίας συντετμημένης; ∆υνήσῃ, φησίν· οὐ γὰρ τοιοῦτος οὗτος ὁ καρπὸς, οἷος ὁ τῶν δένδρων, χρόνον ἀναμένων πολὺν, καὶ ὡρῶν ἀνάγκαις δουλεύων, καὶ πολλῆς ἑτέρας δεόμενος πραγματείας· ἀλλ' ἀρκεῖ θελῆσαι, καὶ τὸ δένδρον εὐθέως ἐβλάστησεν. Οὐ γὰρ ἡ φύσις τῆς ῥίζης μόνον, ἀλλὰ καὶ ἡ τέχνη τοῦ γεωργοῦ πρὸς τὴν τοιαύτην τὰ μέγιστα συντελεῖ καρποφορίαν. ∆ιὰ γάρ τοι τοῦτο, ἵνα μὴ ταῦτα λέγωσιν, ὅτι Θορυβεῖς ἡμᾶς, καὶ κατεπείγεις, καὶ ἄγχεις, ἀξίνην τε ἐπιτιθεὶς, καὶ τομὴν ἀπειλῶν, καὶ προσόδους ἐν καιρῷ τιμωρίας αἰτῶν, ἐπήγαγε, δεικνὺς τὴν εὐκολίαν τῆς καρποφορίας· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· διὰ τούτων δεικνὺς, ὅτι γνώμης μόνον δεῖται καὶ πίστεως, οὐ πόνων καὶ ἱδρώτων· καὶ ὥσπερ εὔκολον βαπτισθῆναι, οὕτως εὔκολον μεταβληθῆναι καὶ γενέσθαι ἀμείνους. Κατασείσας τοίνυν αὐτῶν τὴν διάνοιαν τῷ φόβῳ τῆς κρίσεως, καὶ τῇ προσδοκίᾳ τῆς κολάσεως, καὶ τῷ ὀνόματι τῆς ἀξίνης, καὶ τῇ ἀποβολῇ τῶν προγόνων, καὶ τῇ εἰσαγωγῇ τῶν ἑτέρων τέκνων, καὶ τῇ διπλῇ τιμωρίᾳ τῆς ἐκτομῆς καὶ τοῦ ἐμπρησμοῦ, καὶ πάντοθεν αὐτῶν καταμαλάξας τὸ σκληρὸν, καὶ καταστήσας εἰς ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν τοσούτων κακῶν, τότε εἰσάγει τὸν περὶ τοῦ Χριστοῦ λόγον· καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς ὑπεροχῆς. Εἶτα τὸ μέσον αὐτοῦ καὶ ἐκείνου τιθεὶς, ἵνα μὴ δόξῃ χαριζόμενος τοῦτο λέγειν, ἀπὸ τῆς συγκρίσεως τῶν παρ' ἑκατέρου διδομένων τοῦτο