73
λόγοις μιγνὺς τοῖς αὐτοῦ. Ὅπερ οὖν καὶ ὁ Βαπτιστὴς ἐνταῦθα πεποίηκε, καὶ ἀπόδειξιν μεγίστην παρέσχετο τῶν εἰρημένων, τὴν τοῦ Πνεύματος δόσιν. Ὁ γὰρ τοσαῦτα δυνάμενος, ὡς καὶ ἁμαρτήματα ἀφεῖναι, καὶ Πνεῦμα δοῦναι, καὶ ταῦτα πολλῷ μᾶλλον δυνήσεται, φησίν. Εἶδες πῶς ἤδη τὸ μυστήριον ἀκολούθως προκατεβάλλετο τῆς ἀναστάσεως καὶ τῆς κρίσεως; Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπε τὰ εὐθέως ἐσόμενα παρ' αὐτοῦ σημεῖα καὶ τέρατα; Ὅτι τοῦτο μεῖζον ἁπάντων ἦν, καὶ διὰ τοῦτο πάντα ἐκεῖνα ἐγίνετο. Τὸ γὰρ κεφάλαιον θεὶς, πάντα περιέλαβε· θανάτου λύσιν, ἁμαρτημάτων ἀναίρεσιν, κατάρας ἀφανισμὸν, τῶν χρονίων πολέμων ἀπαλλαγὴν, τὴν εἰς τὸν παράδεισον εἴσοδον, τὴν εἰς οὐρανοὺς ἄνοδον, τὴν μετὰ ἀγγέλων πολιτείαν, τὴν τῶν μελλόντων ἀγαθῶν κοινωνίαν· καὶ γὰρ οὗτος ἀῤῥαβὼν ἐκείνων ἐστίν. Εἰπὼν τοίνυν τοῦτο, εἶπε καὶ τὴν τῶν σωμάτων ἀνάστασιν, καὶ τὴν τῶν ἐνταῦθα σημείων ἐπίδειξιν, καὶ τὴν τῆς βασιλείας κοινωνίαν, καὶ τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Πάντα γὰρ ταῦτα δι' ἐκείνου τοῦ χαρίσματος ἡμῖν παρέσχετο. Περιττὸν τοίνυν ἦν περὶ τῶν σημείων εἰπεῖν τῶν εὐθέως ἐκβησομένων, καὶ τῇ ὄψει κρινομένων· ἀλλ' ὑπὲρ ἐκείνων ἔδει διαλεχθῆναι, ὧν ἀμφέβαλλον· οἷον, ὅτι Υἱὸς Θεοῦ ἐστιν, ὅτι ὑπερέχων τοῦ Ἰωάννου ἀσυγκρίτως, ὅτι αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, ὅτι δίκην ἀπαιτήσει τῶν πεπραγμένων, ὅτι οὐ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα, ἀλλ' ἐκεῖ τὴν ἀξίαν ἕκαστος ὑποστήσεται τιμωρίαν. Ταῦτα γὰρ ὄψει παραστῆσαι τέως οὐκ ἦν. ζʹ. Ταῦτ' οὖν εἰδότες, πολλῇ τῇ σπουδῇ χρώμεθα, ἕως ἂν ὦμεν ἐν τῇ ἅλωνι· καὶ γὰρ ἔξεστιν ἐνταῦθα οὖσι καὶ ἐξ ἀχύρου μεταβαλέσθαι εἰς σῖτον, ὥσπερ οὖν καὶ ἀπὸ σίτου πολλοὶ γεγόνασιν ἄχυρον. Μὴ τοίνυν ἀναπέσωμεν, μηδὲ ἀνέμῳ παντὶ περιφερώμεθα, μηδὲ τῶν ἀδελφῶν ἀποσχιζώμεθα τῶν ἡμετέρων, κἂν μικροὶ δοκῶσιν εἶναι καὶ εὐτελεῖς· ἐπεὶ καὶ ὁ σῖτος τοῦ ἀχύρου κατὰ μὲν τὸ μέτρον ἐλάττων, κατὰ δὲ τὴν φύσιν βελτίων. Μὴ δὴ τὰς ἔξωθεν φαντασίας ἴδῃς· τῷ πυρὶ γάρ εἰσι παρεσκευασμέναι· ἀλλὰ τὴν κατὰ 57.200 Θεὸν ταπεινότητα, τὴν στεῤῥὰν ταύτην καὶ ἀδιάλυτον, καὶ τμηθῆναι μὴ δυναμένην, μηδὲ ὑπὸ τοῦ πυρὸς καιομένην. ∆ιὰ γὰρ τούτους καὶ τῷ ἀχύρῳ μακροθυμεῖ, ἵνα ἀπὸ τῆς πρὸς αὐτοὺς ὁμιλίας βελτίους γένωνται. ∆ιὰ τοῦτο οὔπω κρίσις, ἵνα κοινῇ πάντες στεφανωθῶμεν, ἵνα ἀπὸ πονηρίας πολλοὶ μεταβληθῶσιν εἰς ἀρετήν. Φρίξωμεν τοίνυν, τῆς παραβολῆς ταύτης ἀκούοντες. Καὶ γὰρ ἄσβεστόν ἐστιν ἐκεῖνο τὸ πῦρ. Καὶ πῶς, φησὶν, ἄσβεστον; Οὐχ ὁρᾷς τουτονὶ τὸν ἥλιον καιόμενον ἀεὶ, καὶ μηδέποτε σβεννύμενον; οὐκ εἶδες τὴν βάτον καιομένην, καὶ μὴ κατακαιομένην; Εἰ τοίνυν καὶ αὐτὸς βούλει διαφυγεῖν τὴν φλόγα, τὴν ἐλεημοσύνην προαπόθου, καὶ οὕτως οὐδὲ πεῖραν λήψῃ τοῦ πυρὸς ἐκείνου. Ἂν μὲν γὰρ ἐνταῦθα πιστεύσῃς τοῖς λεγομένοις, οὐδὲ ὄψει τὴν κάμινον ταύτην, ἀπελθὼν ἐκεῖσε· ἐὰν δὲ ἀπιστήσῃς αὐτῇ νῦν, ἐκεῖ διὰ τῆς πείρας εἴσῃ καλῶς, ὅτε οὐδὲ διαφυγεῖν δυνατόν. Καὶ γὰρ ἀπαραίτητος ἡ κόλασις τοῖς οὐκ ὀρθὸν ἐπιδεδειγμένοις βίον. Οὐδὲ γὰρ ἀρκεῖ τὸ πιστεῦσαι μόνον· ἐπεὶ καὶ δαίμονες φρίττουσι τὸν Θεὸν, ἀλλὰ καὶ οὕτω τιμωρηθήσονται. ∆ιὸ πολλῆς ἡμῖν τῆς κατὰ τὸν βίον ἐπιμελείας δεῖ. ∆ιὰ γὰρ τοῦτο καὶ ἐνταῦθα ὑμᾶς συνεχῶς συνάγομεν, οὐχ ἵνα εἰσέλθητε μόνον, ἀλλ' ἵνα τι καὶ καρπώσησθε τῆς ἐνταῦθα διατριβῆς· ἂν δὲ παραγίνησθε μὲν ἀεὶ, μηδὲν δὲ ἐντεῦθεν καρπούμενοι ἀναχωρῆτε, οὐδὲν τῆς ἐνταῦθα εἰσόδου καὶ προσεδρείας ἔσται τι πλέον. Εἰ γὰρ παιδία πρὸς διδασκάλους πέμποντες, ἂν ἴδωμεν ἐκεῖθεν μηδὲν καρπούμενα, σφοδροὶ κατήγοροι τῶν διδασκάλων γινόμεθα, καὶ πρὸς ἑτέρους αὐτὰ μεθίσταμεν πολλάκις· τίνα ἕξομεν ἀπολογίαν, μηδὲ ὅσην ἐν τοῖς γηΐνοις τούτοις, τοσαύτην τῇ ἀρετῇ παρέχοντες τὴν σπουδὴν, ἀλλὰ κενὰς ἀεὶ τὰς δέλτους οἴκαδε φέροντες; Καίτοι καὶ πλείους καὶ μείζους ἐνταῦθα οἱ διδάσκαλοι. Καὶ γὰρ προφήτας, καὶ ἀποστόλους, καὶ πατριάρχας, καὶ δικαίους ἅπαντας καθ' ἑκάστην ὑμῖν ἐφιστῶμεν ἐκκλησίαν διδασκάλους. Καὶ