76
τοῦτο ἔδεισεν εἰπεῖν· ἀλλὰ τί; Καὶ σὺ ἔρχῃ πρὸς μέ; Τί οὖν ὁ Χριστός; Ὅπερ ἐπὶ τοῦ Πέτρου πεποίηκεν ὕστερον, τοῦτο καὶ τότε ἐποίησε. Καὶ γὰρ καὶ ἐκεῖνος διεκώλυεν αὐτὸν νίψαι τοὺς πόδας· ἀλλ' ἐπειδὴ ἤκουσεν· Ὃ ποιῶ, νῦν σὺ οὐκ οἶδας, γνώσῃ δὲ μετὰ ταῦτα· καὶ ὅτι Οὐκ ἔχεις μέρος μετ' ἐμοῦ· ταχέως ἀπέστη τοῦ τόνου, καὶ πρὸς τὸ ἐναντίον μετέστη. Καὶ οὗτος ὁμοίως πάλιν, ἀκούσας· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· εὐθέως ὑπήκουσεν. Οὐ γὰρ ἀμέτρως ἦσαν φιλόνεικοι, ἀλλὰ καὶ τὴν ἀγάπην ἐπεδείκνυντο καὶ τὴν ὑπακοὴν, καὶ πάντα πείθεσθαι ἐμελέτων τῷ ∆εσπότῃ. Σκόπει δὲ πῶς ἐντεῦθεν αὐτὸν ἐνάγει, ἀφ' ὧν μάλιστα ὑπώπτευε τὸ γινόμενον· οὐδὲ γὰρ εἶπεν, Οὕτω δίκαιόν ἐστιν, ἀλλ', Οὕτω πρέπον ἐστίν. Ἐπειδὴ γὰρ ἀνάξιον αὐτοῦ μάλιστα εἶναι ἐνόμιζε τοῦτο, τὸ παρὰ τοῦ δούλου βαπτισθῆναι, τοῦτο μάλιστα τέθεικε τὸ πρὸς ἐκεῖνο ἀντιδιαστελλόμενον, ὡσανεὶ ἔλεγεν· Οὐχ ὡς ἀπρεπὲς τοῦτο φεύγεις καὶ διακωλύεις; δι' αὐτὸ μὲν οὖν τοῦτο ἄφες, ὅτι καὶ μάλιστα πρέπον ἐστίν. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἄφες· ἀλλὰ τὸ, ἄρτι, προσέθηκεν. Οὐ γὰρ διηνεκῶς ταῦτα ἔσται, φησὶν, ἀλλ' ὄψει με ἐν τούτοις οἷς ἐπιθυμεῖς· ἄρτι μέντοι ὑπόμεινον τοῦτο. Εἶτα καὶ δείκνυσι πῶς τοῦτο πρέπον. Πῶς οὖν πρέπον ἐστίν; Ὅτι τὸν νόμον πληροῦμεν ἅπαντα· ὅπερ οὖν δηλῶν ἔλεγε, Πᾶσαν δικαιοσύνην. ∆ικαιοσύνη γάρ ἐστιν ἡ τῶν ἐντολῶν ἐκπλήρωσις. Ἐπεὶ οὖν πάσας τὰς ἄλλας ἐντολὰς ἠνύσαμεν, φησὶ, τοῦτο δὲ ὑπολέλειπται μόνον, δεῖ προστεθῆναι καὶ τοῦτο. Καὶ γὰρ ἦλθον λῦσαι τὴν ἀρὰν τὴν ἐπὶ τῇ παραβάσει τοῦ νόμου κειμένην. ∆εῖ τοίνυν πρότερον ἐμὲ αὐτὸν πάντα πληρώσαντα, καὶ ἐξελόμενον ὑμᾶς τῆς καταδίκης, οὕτως αὐτὸν ἀναπαῦσαι. Πρέπον οὖν ἐστιν ἐμοὶ πληρῶσαι τὸν νόμον ἅπαντα· ἐπειδὴ καὶ πρέπον ἐστὶ λῦσαι τὴν καθ' ὑμῶν ἐν τῷ νόμῳ γεγραμμένην κατάραν. ∆ιὰ γὰρ τοῦτο καὶ σάρκα ἀνέλαβον καὶ παρεγενόμην. Τότε ἀφίησιν αὐτόν. Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ ἐρχόμενον ἐπ' αὐτόν. βʹ. Ἐπειδὴ γὰρ πολλοὶ μείζονα αὐτοῦ τὸν Ἰωάννην εἶναι ἐνόμιζον, διὰ τὸ τὸν μὲν ἐν ἐρήμῳ πάντα τραφῆναι τὸν χρόνον, καὶ υἱὸν ἀρχιερέως εἶναι, καὶ στολὴν περικεῖσθαι τοιαύτην, καὶ πάντας ἐπὶ τὸ βάπτισμα καλεῖν, καὶ ἀπὸ στείρας τετέχθαι· τὸν δὲ Ἰησοῦν 57.204 καὶ ἀπὸ εὐτελοῦς κόρης εἶναι (ὁ γὰρ τῆς παρθενίας τόκος οὐδέπω πᾶσι κατάδηλος ἦν), καὶ διὰ τὸ ἐν οἰκίᾳ τραφῆναι, καὶ μετὰ πάντων ἀναστρέφεσθαι, καὶ τὴν κοινὴν ταύτην ἐσθῆτα περικεῖσθαι, ἐλάττονα αὐτοῦ εἶναι ὑπώπτευον, οὐδὲν οὐδέπω τῶν ἀποῤῥήτων εἰδότες ἐκείνων. Συνέβη δὲ καὶ βαπτισθῆναι αὐτὸν ὑπὸ τοῦ Ἰωάννου· ὅπερ ταύτην μᾶλλον ἐβεβαίου τὴν ὑπόνοιαν, εἰ καὶ μηδὲν τῶν προτέρων ἦν· ἐνενόουν γὰρ ὅτι οὗτος μὲν τῶν πολλῶν εἷς· οὐδὲ γὰρ εἰ μὴ τῶν πολλῶν εἷς ἦν, οὐκ ἂν μετὰ τῶν πολλῶν ἐπὶ τὸ βάπτισμα ἦλθεν· ἐκεῖνος δὲ μείζων αὐτοῦ καὶ πολλῷ θαυμαστότερος· ἵν' οὖν μὴ αὕτη κρατήσῃ παρὰ τοῖς πολλοῖς ἡ δόξα, καὶ οἱ οὐρανοὶ ἀνοίγονται, βαπτισθέντος αὐτοῦ, καὶ τὸ Πνεῦμα κάτεισι, καὶ φωνὴ μετὰ τοῦ Πνεύματος κηρύττουσα τοῦ Μονογενοῦς τὴν ἀξίαν. Ἐπειδὴ γὰρ ἡ φωνὴ ἡ λέγουσα, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, παρὰ τοῖς πολλοῖς μᾶλλον ἁρμόττειν ἐδόκει τῷ Ἰωάννῃ· οὐ γὰρ προσέθηκεν, Οὗτος ὁ βαπτιζόμενος, ἀλλ' ἁπλῶς, Οὗτος· καὶ τῶν ἀκροατῶν ἕκαστος περὶ τοῦ βαπτίζοντος μᾶλλον, ἢ τοῦ βαπτιζομένου εἰρῆσθαι αὐτὴν ὑπενόει, διά τε αὐτὸ τοῦ Βαπτιστοῦ τὸ ἀξίωμα, διά τε τὰ εἰρημένα ἅπαντα· ἦλθε τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς τὴν φωνὴν ἕλκον ἐπὶ τὸν Ἰησοῦν, καὶ πᾶσι δῆλον ποιοῦν, ὅτι τὸ, Οὗτος, οὐ περὶ Ἰωάννου τοῦ βαπτίζοντος, ἀλλὰ περὶ Ἰησοῦ τοῦ βαπτιζομένου εἴρηται. Καὶ πῶς, φησὶν, οὐκ ἐπίστευσαν τούτων γινομένων; Ὅτι καὶ ἐπὶ Μωϋσέως πολλὰ γέγονε θαύματα, εἰ καὶ μὴ τοιαῦτα· καὶ μετὰ πάντα ἐκεῖνα, καὶ τὰς φωνὰς, καὶ τὰς σάλπιγγας, καὶ τὰς ἀστραπὰς, καὶ μόσχον ἐχάλκευσαν, καὶ τῷ Βεελφεγὼρ ἐτελέσθησαν. Καὶ αὐτοὶ δὲ οὗτοι οἱ τότε παρόντες, καὶ τὸν Λάζαρον ἀναστάντα ἰδόντες, τοσοῦτον ἀπέσχον